Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. Εὔμαιʼ, αἶψά κʼ ἐγὼ νημερτέα πάντʼ ἐνέποιμι
  2. κούρῃ Ἰκαρίοιο, περίφρονι Πηνελοπείῃ·
  3. οἶδα γὰρ εὖ περὶ κείνου, ὁμὴν δʼ ἀνεδέγμεθʼ ὀϊζύν.
  4. ἀλλὰ μνηστήρων χαλεπῶν ὑποδείδιʼ ὅμιλον,
  5. τῶν ὕβρις τε βίη τε σιδήρεον οὐρανὸν ἵκει.
  6. καὶ γὰρ νῦν, ὅτε μʼ οὗτος ἀνὴρ κατὰ δῶμα κιόντα
  7. οὔ τι κακὸν ῥέξαντα βαλὼν ὀδύνῃσιν ἔδωκεν,
  8. οὔτε τι Τηλέμαχος τό γʼ ἐπήρκεσεν οὔτε τις ἄλλος.
  9. τῷ νῦν Πηνελόπειαν ἐνὶ μεγάροισιν ἄνωχθι
  10. μεῖναι, ἐπειγομένην περ, ἐς ἠέλιον καταδύντα·
  11. καὶ τότε μʼ εἰρέσθω πόσιος πέρι νόστιμον ἦμαρ,
  12. ἀσσοτέρω καθίσασα παραὶ πυρί· εἵματα γάρ τοι
  13. λύγρʼ ἔχω· οἶσθα καὶ αὐτός, ἐπεί σε πρῶθʼ ἱκέτευσα.
  14. ὣς φάτο, βῆ δὲ συφορβός, ἐπεὶ τὸν μῦθον ἄκουσε.
  15. τὸν δʼ ὑπὲρ οὐδοῦ βάντα προσηύδα Πηνελόπεια·
  16. οὐ σύ γʼ ἄγεις, Εὔμαιε· τί τοῦτʼ ἐνόησεν ἀλήτης;
  17. ἦ τινά που δείσας ἐξαίσιον ἦε καὶ ἄλλως
  18. αἰδεῖται κατὰ δῶμα; κακὸς δʼ αἰδοῖος ἀλήτης.
  19. τὴν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·
  20. μυθεῖται κατὰ μοῖραν, ἅ πέρ κʼ οἴοιτο καὶ ἄλλος,