Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. γιγνώσκω, φρονέω· τά γε δὴ νοέοντι κελεύεις.
  2. ἀλλʼ ἔρχευ προπάροιθεν, ἐγὼ δʼ ὑπολείψομαι αὐτοῦ.
  3. οὐ γάρ τι πληγέων ἀδαήμων οὐδὲ βολάων·
  4. τολμήεις μοι θυμός, ἐπεὶ κακὰ πολλὰ πέπονθα
  5. κύμασι καὶ πολέμῳ· μετὰ καὶ τόδε τοῖσι γενέσθω·
  6. γαστέρα δʼ οὔ πως ἔστιν ἀποκρύψαι μεμαυῖαν,
  7. οὐλομένην, ἣ πολλὰ κάκʼ ἀνθρώποισι δίδωσι,
  8. τῆς ἕνεκεν καὶ νῆες ἐΰζυγοι ὁπλίζονται
  9. πόντον ἐπʼ ἀτρύγετον, κακὰ δυσμενέεσσι φέρουσαι.
  10. ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·
  11. ἂν δὲ κύων κεφαλήν τε καὶ οὔατα κείμενος ἔσχεν,
  12. Ἄργος, Ὀδυσσῆος ταλασίφρονος, ὅν ῥά ποτʼ αὐτὸς
  13. θρέψε μέν, οὐδʼ ἀπόνητο, πάρος δʼ εἰς Ἴλιον ἱρὴν
  14. ᾤχετο. τὸν δὲ πάροιθεν ἀγίνεσκον νέοι ἄνδρες
  15. αἶγας ἐπʼ ἀγροτέρας ἠδὲ πρόκας ἠδὲ λαγωούς·
  16. δὴ τότε κεῖτʼ ἀπόθεστος ἀποιχομένοιο ἄνακτος,
  17. ἐν πολλῇ κόπρῳ, ἥ οἱ προπάροιθε θυράων
  18. ἡμιόνων τε βοῶν τε ἅλις κέχυτʼ, ὄφρʼ ἂν ἄγοιεν
  19. δμῶες Ὀδυσσῆος τέμενος μέγα κοπρήσοντες·
  20. ἔνθα κύων κεῖτʼ Ἄργος, ἐνίπλειος κυνοραιστέων.