Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὔμμʼ ἐπὶ μηρίʼ ἔκηε, καλύψας πίονι δημῷ,
  2. ἀρνῶν ἠδʼ ἐρίφων, τόδε μοι κρηήνατʼ ἐέλδωρ,
  3. ὡς ἔλθοι μὲν κεῖνος ἀνήρ, ἀγάγοι δέ ἑ δαίμων·
  4. τῷ κέ τοι ἀγλαΐας γε διασκεδάσειεν ἁπάσας,
  5. τὰς νῦν ὑβρίζων φορέεις, ἀλαλήμενος αἰεὶ
  6. ἄστυ κάτʼ· αὐτὰρ μῆλα κακοὶ φθείρουσι νομῆες.
  7. τὸν δʼ αὖτε προσέειπε Μελάνθιος, αἰπόλος αἰγῶν·
  8. ὢ πόποι, οἶον ἔειπε κύων ὀλοφώϊα εἰδώς,
  9. τόν ποτʼ ἐγὼν ἐπὶ νηὸς ἐϋσσέλμοιο μελαίνης
  10. ἄξω τῆλʼ Ἰθάκης, ἵνα μοι βίοτον πολὺν ἄλφοι.
  11. αἲ γὰρ Τηλέμαχον βάλοι ἀργυρότοξος Ἀπόλλων
  12. σήμερον ἐν μεγάροις, ἢ ὑπὸ μνηστῆρσι δαμείη,
  13. ὡς Ὀδυσῆΐ γε τηλοῦ ἀπώλετο νόστιμον ἦμαρ.
  14. ὣς εἰπὼν τοὺς μὲν λίπεν αὐτοῦ ἦκα κιόντας,
  15. αὐτὰρ ὁ βῆ, μάλα δʼ ὦκα δόμους ἵκανεν ἄνακτος.
  16. αὐτίκα δʼ εἴσω ἴεν, μετὰ δὲ μνηστῆρσι καθῖζεν,
  17. ἀντίον Εὐρυμάχου· τὸν γὰρ φιλέεσκε μάλιστα.
  18. τῷ πάρα μὲν κρειῶν μοῖραν θέσαν οἳ πονέοντο,
  19. σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα
  20. ἔδμεναι. ἀγχίμολον δʼ Ὀδυσεὺς καὶ δῖος ὑφορβὸς