Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. πέμψω δʼ ὅππη μιν κραδίη θυμός τε κελεύει.
  2. εἰ δʼ ἐθέλεις, σὺ κόμισσον ἐνὶ σταθμοῖσιν ἐρύξας·
  3. εἵματα δʼ ἐνθάδʼ ἐγὼ πέμψω καὶ σῖτον ἅπαντα
  4. ἔδμεναι, ὡς ἂν μή σε κατατρύχῃ καὶ ἑταίρους.
  5. κεῖσε δʼ ἂν οὔ μιν ἐγώ γε μετὰ μνηστῆρας ἐῷμι
  6. ἔρχεσθαι· λίην γὰρ ἀτάσθαλον ὕβριν ἔχουσι·
  7. μή μιν κερτομέωσιν, ἐμοὶ δʼ ἄχος ἔσσεται αἰνόν.
  8. πρῆξαι δʼ ἀργαλέον τι μετὰ πλεόνεσσιν ἐόντα
  9. ἄνδρα καὶ ἴφθιμον, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰσι.
  10. τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·
  11. ὦ φίλʼ, ἐπεί θήν μοι καὶ ἀμείψασθαι θέμις ἐστίν,
  12. ἦ μάλα μευ καταδάπτετʼ ἀκούοντος φίλον ἦτορ,
  13. οἷά φατε μνηστῆρας ἀτάσθαλα μηχανάασθαι
  14. ἐν μεγάροις, ἀέκητι σέθεν τοιούτου ἐόντος.
  15. εἰπέ μοι ἠὲ ἑκὼν ὑποδάμνασαι, ἦ σέ γε λαοὶ
  16. ἐχθαίρουσʼ ἀνὰ δῆμον, ἐπισπόμενοι θεοῦ ὀμφῇ,
  17. ἦ τι κασιγνήτοις ἐπιμέμφεαι, οἷσί περ ἀνὴρ
  18. μαρναμένοισι πέποιθε, καὶ εἰ μέγα νεῖκος ὄρηται.
  19. αἲ γάρ ἐγὼν οὕτω νέος εἴην τῷδʼ ἐπὶ θυμῷ,
  20. ἢ παῖς ἐξ Ὀδυσῆος ἀμύμονος ἠὲ καὶ αὐτός·