Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἦ ῥʼ ἤδη μνηστῆρες ἀγήνορες ἔνδον ἔασιν
  2. ἐκ λόχου, ἦ ἔτι μʼ αὖτʼ εἰρύαται οἴκαδʼ ἰόντα;
  3. τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·
  4. οὐκ ἔμελέν μοι ταῦτα μεταλλῆσαι καὶ ἐρέσθαι
  5. ἄστυ καταβλώσκοντα· τάχιστά με θυμὸς ἀνώγει
  6. ἀγγελίην εἰπόντα πάλιν δεῦρʼ ἀπονέεσθαι.
  7. ὡμήρησε δέ μοι παρʼ ἑταίρων ἄγγελος ὠκύς,
  8. κῆρυξ, ὃς δὴ πρῶτος ἔπος σῇ μητρὶ ἔειπεν.
  9. ἄλλο δέ τοι τό γε οἶδα· τὸ γὰρ ἴδον ὀφθαλμοῖσιν.
  10. ἤδη ὑπὲρ πόλιος, ὅθι θʼ Ἕρμαιος λόφος ἐστίν,
  11. ἦα κιών, ὅτε νῆα θοὴν ἰδόμην κατιοῦσαν
  12. ἐς λιμένʼ ἡμέτερον· πολλοὶ δʼ ἔσαν ἄνδρες ἐν αὐτῇ,
  13. βεβρίθει δὲ σάκεσσι καὶ ἔγχεσιν ἀμφιγύοισι·
  14. καὶ σφέας ὠΐσθην τοὺς ἔμμεναι, οὐδέ τι οἶδα.
  15. ὣς φάτο, μείδησεν δʼ ἱερὴ ἲς Τηλεμάχοιο
  16. ἐς πατέρʼ ὀφθαλμοῖσιν ἰδών, ἀλέεινε δʼ ὑφορβόν.
  17. οἱ δʼ ἐπεὶ οὖν παύσαντο πόνου τετύκοντό τε δαῖτα,
  18. δαίνυντʼ, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης.
  19. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
  20. κοίτου τε μνήσαντο καὶ ὕπνου δῶρον ἕλοντο.