Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. μήτʼ οὖν Λαέρτης ἴστω τό γε μήτε συβώτης
  2. μήτε τις οἰκήων μήτʼ αὐτὴ Πηνελόπεια,
  3. ἀλλʼ οἶοι σύ τʼ ἐγώ τε γυναικῶν γνώομεν ἰθύν·
  4. καί κέ τεο δμώων ἀνδρῶν ἔτι πειρηθεῖμεν,
  5. ἠμὲν ὅπου τις νῶϊ τίει καὶ δείδιε θυμῷ,
  6. ἠδʼ ὅτις οὐκ ἀλέγει, σὲ δʼ ἀτιμᾷ τοῖον ἐόντα.
  7. τὸν δʼ ἀπαμειβόμενος προσεφώνεε φαίδιμος υἱός
  8. ὦ πάτερ, ἦ τοι ἐμὸν θυμὸν καὶ ἔπειτά γʼ, ὀΐω,
  9. γνώσεαι· οὐ μὲν γάρ τι χαλιφροσύναι γέ μʼ ἔχουσιν·
  10. ἀλλʼ οὔ τοι τόδε κέρδος ἐγὼν ἔσσεσθαι ὀΐω
  11. ἡμῖν ἀμφοτέροισι· σὲ δὲ φράζεσθαι ἄνωγα.
  12. δηθὰ γὰρ αὔτως εἴσῃ ἑκάστου πειρητίζων,
  13. ἔργα μετερχόμενος· τοὶ δʼ ἐν μεγάροισιν ἕκηλοι
  14. χρήματα δαρδάπτουσιν ὑπέρβιον οὐδʼ ἔπι φειδώ.
  15. ἀλλʼ ἦ τοί σε γυναῖκας ἐγὼ δεδάασθαι ἄνωγα,
  16. αἵ τέ σʼ ἀτιμάζουσι καὶ αἳ νηλείτιδές εἰσιν·
  17. ἀνδρῶν δʼ οὐκ ἂν ἐγώ γε κατὰ σταθμοὺς ἐθέλοιμι
  18. ἡμέας πειράζειν, ἀλλʼ ὕστερα ταῦτα πένεσθαι,
  19. εἰ ἐτεόν γέ τι οἶσθα Διὸς τέρας αἰγιόχοιο.
  20. ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,