Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. Τηλέμαχʼ, οὔ σε ἔοικε φίλον πατέρ ἔνδον ἐόντα
  2. οὔτε τι θαυμάζειν περιώσιον οὔτʼ ἀγάασθαι·
  3. οὐ μὲν γάρ τοι ἔτʼ ἄλλος ἐλεύσεται ἐνθάδʼ Ὀδυσσεύς,
  4. ἀλλʼ ὅδʼ ἐγὼ τοιόσδε, παθὼν κακά, πολλὰ δʼ ἀληθείς,
  5. ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.
  6. αὐτάρ τοι τόδε ἔργον Ἀθηναίης ἀγελείης,
  7. ἥ τέ με τοῖον ἔθηκεν, ὅπως ἐθέλει, δύναται γὰρ,
  8. ἄλλοτε μὲν πτωχῷ ἐναλίγκιον, ἄλλοτε δʼ αὖτε
  9. ἀνδρὶ νέῳ καὶ καλὰ περὶ χροῒ εἵματʼ ἔχοντι.
  10. ῥηΐδιον δὲ θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,
  11. ἠμὲν κυδῆναι θνητὸν βροτὸν ἠδὲ κακῶσαι.
  12. ὣς ἄρα φωνήσας κατʼ ἄρʼ ἕζετο, Τηλέμαχος δὲ
  13. ἀμφιχυθεὶς πατέρʼ ἐσθλὸν ὀδύρετο, δάκρυα λείβων,
  14. ἀμφοτέροισι δὲ τοῖσιν ὑφʼ ἵμερος ὦρτο γόοιο·
  15. κλαῖον δὲ λιγέως, ἀδινώτερον ἤ τʼ οἰωνοί,
  16. φῆναι ἢ αἰγυπιοὶ γαμψώνυχες, οἷσί τε τέκνα
  17. ἀγρόται ἐξείλοντο πάρος πετεηνὰ γενέσθαι·
  18. ὣς ἄρα τοί γʼ ἐλεεινὸν ὑπʼ ὀφρύσι δάκρυον εἶβον.
  19. καί νύ κʼ ὀδυρομένοισιν ἔδυ φάος ἠελίοιο,
  20. εἰ μὴ Τηλέμαχος προσεφώνεεν ὃν πατέρʼ αἶψα·