Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἄλλα δὲ εἵματʼ ἔχεις, καί τοι χρὼς οὐκέθʼ ὁμοῖος.
  2. ἦ μάλα τις θεός ἐσσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν·
  3. ἀλλʼ ἵληθʼ, ἵνα τοι κεχαρισμένα δώομεν ἱρὰ
  4. ἠδὲ χρύσεα δῶρα, τετυγμένα· φείδεο δʼ ἡμέων
  5. τὸν δʼ ἠμείβετʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς·
  6. οὔ τίς τοι θεός εἰμι· τί μʼ ἀθανάτοισιν ἐΐσκεις;
  7. ἀλλὰ πατὴρ τεός εἰμι, τοῦ εἵνεκα σὺ στεναχίζων
  8. πάσχεις ἄλγεα πολλά, βίας ὑποδέγμενος ἀνδρῶν.
  9. ὣς ἄρα φωνήσας υἱὸν κύσε, κὰδ δὲ παρειῶν
  10. δάκρυον ἧκε χαμᾶζε· πάρος δʼ ἔχε νωλεμὲς αἰεί.
  11. Τηλέμαχος δʼ, οὐ γάρ πω ἐπείθετο ὃν πατέρʼ εἶναι,
  12. ἐξαῦτίς μιν ἔπεσσιν ἀμειβόμενος προσέειπεν·
  13. οὐ σύ γʼ Ὀδυσσεύς ἐσσι, πατὴρ ἐμός, ἀλλά με δαίμων
  14. θέλγει, ὄφρʼ ἔτι μᾶλλον ὀδυρόμενος στεναχίζω.
  15. οὐ γάρ πως ἂν θνητὸς ἀνὴρ τάδε μηχανόῳτο
  16. ᾧ αὐτοῦ γε νόῳ, ὅτε μὴ θεὸς αὐτὸς ἐπελθὼν
  17. ῥηϊδίως ἐθέλων θείη νέον ἠὲ γέροντα.
  18. ἦ γάρ τοι νέον ἦσθα γέρων καὶ ἀεικέα ἕσσο·
  19. νῦν δὲ θεοῖσιν ἔοικας, οἳ οὐρανὸν εὐρὺν ἔχουσι.
  20. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·