Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἔκβαλον· αὐτὰρ ἐγὼ λιπόμην ἀκαχήμενος ἦτορ·
  2. τοὺς δʼ Ἰθάκῃ ἐπέλασσε φέρων ἄνεμός τε καὶ ὕδωρ,
  3. ἔνθα με Λαέρτης πρίατο κτεάτεσσιν ἑοῖσιν.
  4. οὕτω τήνδε τε γαῖαν ἐγὼν ἴδον ὀφθαλμοῖσι.
  5. τὸν δʼ αὖ διογενὴς Ὀδυσεὺς ἠμείβετο μύθῳ·
  6. Εὔμαιʼ, ἦ μάλα δή μοι ἐνὶ φρεσὶ θυμὸν ὄρινας
  7. ταῦτα ἕκαστα λέγων, ὅσα δὴ πάθες ἄλγεα θυμῷ.
  8. ἀλλʼ ἦ τοι σοὶ μὲν παρὰ καὶ κακῷ ἐσθλὸν ἔθηκε
  9. Ζεύς, ἐπεὶ ἀνδρὸς δώματʼ ἀφίκεο πολλὰ μογήσας
  10. ἠπίου, ὃς δή τοι παρέχει βρῶσίν τε πόσιν τε
  11. ἐνδυκέως, ζώεις δʼ ἀγαθὸν βίον· αὐτὰρ ἐγώ γε
  12. πολλὰ βροτῶν ἐπὶ ἄστεʼ ἀλώμενος ἐνθάδʼ ἱκάνω.
  13. ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
  14. καδδραθέτην δʼ οὐ πολλὸν ἐπὶ χρόνον, ἀλλὰ μίνυνθα·
  15. αἶψα γὰρ Ἠὼς ἦλθεν ἐΰθρονος. οἱ δʼ ἐπὶ χέρσου
  16. Τηλεμάχου ἕταροι λύον ἱστία, κὰδ δʼ ἕλον ἱστὸν
  17. καρπαλίμως, τὴν δʼ εἰς ὅρμον προέρυσσαν ἐρετμοῖς·
  18. ἐκ δʼ εὐνὰς ἔβαλον, κατὰ δὲ πρυμνήσιʼ ἔδησαν·
  19. ἐκ δὲ καὶ αὐτοὶ βαῖνον ἐπὶ ῥηγμῖνι θαλάσσης,
  20. δεῖπνόν τʼ ἐντύνοντο κερῶντό τε αἴθοπα οἶνον.