Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τῷ κέν τοι καὶ κεῖθι θεῷ ὣς εὐχετοῴμην.
  2. ἦ καὶ ἐφʼ ἵπποιϊν μάστιν βάλεν· οἱ δὲ μάλʼ ὦκα
  3. ἤϊξαν πεδίονδε διὰ πτόλιος μεμαῶτες.
  4. οἱ δὲ πανημέριοι σεῖον ζυγὸν ἀμφὶς ἔχοντες.
  5. δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί·
  6. ἐς Φηρὰς δʼ ἵκοντο Διοκλῆος ποτὶ δῶμα,
  7. υἱέος Ὀρτιλόχοιο, τὸν Ἀλφειὸς τέκε παῖδα.
  8. ἔνθα δὲ νύκτʼ ἄεσαν ὁ δὲ τοῖς πὰρ ξείνια θῆκεν.
  9. ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
  10. ἵππους τε ζεύγνυντʼ ἀνά θʼ ἅρματα ποικίλʼ ἔβαινον,
  11. ἐκ δʼ ἔλασαν προθύροιο καὶ αἰθούσης ἐριδούπου·
  12. μάστιξεν δʼ ἐλάαν, τὼ δʼ οὐκ ἄκοντε πετέσθην.
  13. αἶψα δʼ ἔπειθʼ ἵκοντο Πύλου αἰπὺ πτολίεθρον·
  14. καὶ τότε Τηλέμαχος προσεφώνεε Νέστορος υἱόν·
  15. Νεστορίδη, πῶς κέν μοι ὑποσχόμενος τελέσειας
  16. μῦθον ἐμόν; ξεῖνοι δὲ διαμπερὲς εὐχόμεθʼ εἶναι
  17. ἐκ πατέρων φιλότητος, ἀτὰρ καὶ ὁμήλικές εἰμεν·
  18. ἥδε δʼ ὁδὸς καὶ μᾶλλον ὁμοφροσύνῃσιν ἐνήσει.
  19. μή με παρὲξ ἄγε νῆα, διοτρεφές, ἀλλὰ λίπʼ αὐτοῦ,
  20. μή μʼ ὁ γέρων ἀέκοντα κατάσχῃ ᾧ ἐνὶ οἴκῳ