Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. αἰετὸς ἀργὴν χῆνα φέρων ὀνύχεσσι πέλωρον,
  2. ἥμερον ἐξ αὐλῆς· οἱ δʼ ἰΰζοντες ἕποντο
  3. ἀνέρες ἠδὲ γυναῖκες· ὁ δέ σφισιν ἐγγύθεν ἐλθὼν
  4. δεξιὸς ἤϊξε πρόσθʼ ἵππων· οἱ δὲ ἰδόντες
  5. γήθησαν, καὶ πᾶσιν ἐνὶ φρεσὶ θυμὸς ἰάνθη.
  6. τοῖσι δὲ Νεστορίδης Πεισίστρατος ἤρχετο μύθων·
  7. φράζεο δή, Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,
  8. ἢ νῶϊν τόδʼ ἔφηνε θεὸς τέρας ἦε σοὶ αὐτῷ.
  9. ὣς φάτο, μερμήριξε δʼ ἀρηΐφιλος Μενέλαος,
  10. ὅππως οἱ κατὰ μοῖραν ὑποκρίναιτο νοήσας.
  11. τὸν δʼ Ἑλένη τανύπεπλος ὑποφθαμένη φάτο μῦθον·
  12. κλῦτέ μευ· αὐτὰρ ἐγὼ μαντεύσομαι, ὡς ἐνὶ θυμῷ
  13. ἀθάνατοι βάλλουσι καὶ ὡς τελέεσθαι ὀΐω.
  14. ὡς ὅδε χῆνʼ ἥρπαξʼ ἀτιταλλομένην ἐνὶ οἴκῳ
  15. ἐλθὼν ἐξ ὄρεος, ὅθι οἱ γενεή τε τόκος τε,
  16. ὣς Ὀδυσεὺς κακὰ πολλὰ παθὼν καὶ πόλλʼ ἐπαληθεὶς
  17. οἴκαδε νοστήσει καὶ τίσεται· ἠὲ καὶ ἤδη
  18. οἴκοι, ἀτὰρ μνηστῆρσι κακὸν πάντεσσι φυτεύει.
  19. τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  20. οὕτω νῦν Ζεὺς θείη, ἐρίγδουπος πόσις Ἥρης·