Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. οἰνοχόει δʼ υἱὸς Μενελάου κυδαλίμοιο.
  2. οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
  3. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
  4. δὴ τότε Τηλέμαχος καὶ Νέστορος ἀγλαὸς υἱὸς
  5. ἵππους τε ζεύγνυντʼ ἀνά θʼ ἅρματα ποικίλʼ ἔβαινον,
  6. ἐκ δʼ ἔλασαν προθύροιο καὶ αἰθούσης ἐριδούπου.
  7. τοὺς δὲ μετʼ Ἀτρεΐδης ἔκιε ξανθὸς Μενέλαος,
  8. οἶνον ἔχων ἐν χειρὶ μελίφρονα δεξιτερῆφι,
  9. ἐν δέπαϊ χρυσέῳ, ὄφρα λείψαντε κιοίτην.
  10. στῆ δʼ ἵππων προπάροιθε, δεδισκόμενος δὲ προσηύδα·
  11. χαίρετον, ὦ κούρω, καὶ Νέστορι ποιμένι λαῶν
  12. εἰπεῖν· ἦ γὰρ ἐμοί γε πατὴρ ὣς ἤπιος ἦεν,
  13. ἧος ἐνὶ Τροίῃ πολεμίζομεν υἷες Ἀχαιῶν.
  14. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  15. καὶ λίην κείνῳ γε, διοτρεφές, ὡς ἀγορεύεις,
  16. πάντα τάδʼ ἐλθόντες καταλέξομεν· αἲ γὰρ ἐγὼν ὣς
  17. νοστήσας Ἰθάκηνδε, κιχὼν Ὀδυσῆʼ ἐνὶ οἴκῳ,
  18. εἴποιμʼ ὡς παρὰ σεῖο τυχὼν φιλότητος ἁπάσης
  19. ἔρχομαι, αὐτὰρ ἄγω κειμήλια πολλὰ καὶ ἐσθλά.
  20. ὣς ἄρα οἱ εἰπόντι ἐπέπτατο δεξιὸς ὄρνις,