Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • χοίρεʼ· ἀτὰρ σιάλους γε σύας μνηστῆρες ἔδουσιν,
  • οὐκ ὄπιδα φρονέοντες ἐνὶ φρεσὶν οὐδʼ ἐλεητύν.
  • οὐ μὲν σχέτλια ἔργα θεοὶ μάκαρες φιλέουσιν,
  • ἀλλὰ δίκην τίουσι καὶ αἴσιμα ἔργʼ ἀνθρώπων.
  • καὶ μὲν δυσμενέες καὶ ἀνάρσιοι, οἵ τʼ ἐπὶ γαίης
  • ἀλλοτρίης βῶσιν καί σφι Ζεὺς ληΐδα δώῃ,
  • πλησάμενοι δέ τε νῆας ἔβαν οἶκόνδε νέεσθαι,
  • καὶ μὲν τοῖς ὄπιδος κρατερὸν δέος ἐν φρεσὶ πίπτει.
  • οἵδε δὲ καί τι ἴσασι, θεοῦ δέ τινʼ ἔκλυον αὐδήν,
  • κείνου λυγρὸν ὄλεθρον, ὅτʼ οὐκ ἐθέλουσι δικαίως
  • μνᾶσθαι οὐδὲ νέεσθαι ἐπὶ σφέτερʼ, ἀλλὰ ἕκηλοι
  • κτήματα δαρδάπτουσιν ὑπέρβιον, οὐδʼ ἔπι φειδώ.
  • ὅσσαι γὰρ νύκτες τε καὶ ἡμέραι ἐκ Διός εἰσιν,
  • οὔ ποθʼ ἓν ἱρεύουσʼ ἱερήϊον, οὐδὲ δύʼ οἴω·
  • οἶνον δὲ φθινύθουσιν ὑπέρβιον ἐξαφύοντες.
  • ἦ γάρ οἱ ζωή γʼ ἦν ἄσπετος· οὔ τινι τόσση
  • ἀνδρῶν ἡρώων, οὔτʼ ἠπείροιο μελαίνης
  • οὔτʼ αὐτῆς Ἰθάκης· οὐδὲ ξυνεείκοσι φωτῶν
  • ἔστʼ ἄφενος τοσσοῦτον· ἐγὼ δέ κέ τοι καταλέξω.
  • δώδεκʼ ἐν ἠπείρῳ ἀγέλαι· τόσα πώεα οἰῶν,