ἀφραδίῃς, ἐπεὶ οὐκ ἐφάμην ῥιγωσέμεν ἔμπης,ἀλλʼ ἑπόμην σάκος οἶον ἔχων καὶ ζῶμα φαεινόν.ἀλλʼ ὅτε δὴ τρίχα νυκτὸς ἔην, μετὰ δʼ ἄστρα βεβήκει,καὶ τότʼ ἐγὼν Ὀδυσῆα προσηύδων ἐγγὺς ἐόνταἀγκῶνι νύξας· ὁ δʼ ἄρʼ ἐμμαπέως ὑπάκουσε·διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,οὔ τοι ἔτι ζωοῖσι μετέσσομαι, ἀλλά με χεῖμαδάμναται· οὐ γὰρ ἔχω χλαῖναν· παρά μʼ ἤπαφε δαίμωνοἰοχίτωνʼ ἔμεναι· νῦν δʼ οὐκέτι φυκτὰ πέλονται.ὣς ἐφάμην, ὁ δʼ ἔπειτα νόον σχέθε τόνδʼ ἐνὶ θυμῷ,οἷος κεῖνος ἔην βουλευέμεν ἠδὲ μάχεσθαι·φθεγξάμενος δʼ ὀλίγῃ ὀπί με πρὸς μῦθον ἔειπε·σίγα νῦν, μή τίς σευ Ἀχαιῶν ἄλλος ἀκούσῃ.ἦ καὶ ἐπʼ ἀγκῶνος κεφαλὴν σχέθεν εἶπέ τε μῦθον·κλῦτε, φίλοι· θεῖός μοι ἐνύπνιον ἦλθεν ὄνειρος.λίην γὰρ νηῶν ἑκὰς ἤλθομεν· ἀλλά τις εἴηεἰπεῖν Ἀτρεΐδῃ Ἀγαμέμνονι, ποιμένι λαῶν,εἰ πλέονας παρὰ ναῦφιν ἐποτρύνειε νέεσθαι.ὣς ἔφατʼ, ὦρτο δʼ ἔπειτα Θόας, Ἀνδραίμονος υἱός,καρπαλίμως, ἀπὸ δὲ χλαῖναν θέτο φοινικόεσσαν,