Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • ἦ μέν μοι μάλα πολλοὶ ἐπήϊσσον μελίῃσιν,
  • ἱέμενοι κτεῖναι—δὴ γὰρ κεχολώατο λίην—
  • ἀλλʼ ἀπὸ κεῖνος ἔρυκε, Διὸς δʼ ὠπίζετο μῆνιν
  • ξεινίου, ὅς τε μάλιστα νεμεσσᾶται κακὰ ἔργα.
  • ἔνθα μὲν ἑπτάετες μένον αὐτόθι, πολλὰ δʼ ἄγειρα
  • χρήματʼ ἀνʼ Αἰγυπτίους ἄνδρας· δίδοσαν γὰρ ἅπαντες.
  • ἀλλʼ ὅτε δὴ ὄγδοόν μοι ἐπιπλόμενον ἔτος ἦλθεν,
  • δὴ τότε Φοῖνιξ ἦλθεν ἀνὴρ ἀπατήλια εἰδώς,
  • τρώκτης, ὃς δὴ πολλὰ κάκʼ ἀνθρώποισιν ἐώργει·
  • ὅς μʼ ἄγε παρπεπιθὼν ᾗσι φρεσίν, ὄφρʼ ἱκόμεσθα
  • Φοινίκην, ὅθι τοῦ γε δόμοι καὶ κτήματʼ ἔκειτο.
  • ἔνθα παρʼ αὐτῷ μεῖνα τελεσφόρον εἰς ἐνιαυτόν.
  • ἀλλʼ ὅτε δὴ μῆνές τε καὶ ἡμέραι ἐξετελεῦντο
  • ἄψ περιτελλομένου ἔτεος καὶ ἐπήλυθον ὧραι,
  • ἐς Λιβύην μʼ ἐπὶ νηὸς ἐέσσατο ποντοπόροιο
  • ψεύδεα βουλεύσας, ἵνα οἱ σὺν φόρτον ἄγοιμι,
  • κεῖθι δέ μʼ ὡς περάσειε καὶ ἄσπετον ὦνον ἕλοιτο.
  • τῷ ἑπόμην ἐπὶ νηός, ὀϊόμενός περ, ἀνάγκῃ.
  • ἡ δʼ ἔθεεν Βορέῃ ἀνέμῳ ἀκραέϊ καλῷ,
  • μέσσον ὑπὲρ Κρήτης· Ζεὺς δέ σφισι μήδετʼ ὄλεθρον.