Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • ὀπτῆρας δὲ κατὰ σκοπιὰς ὤτρυνα νέεσθαι·
  • οἱ δʼ ὕβρει εἴξαντες, ἐπισπόμενοι μένεϊ σφῷ,
  • αἶψα μάλʼ Αἰγυπτίων ἀνδρῶν περικαλλέας ἀγροὺς
  • πόρθεον, ἐκ δὲ γυναῖκας ἄγον καὶ νήπια τέκνα,
  • αὐτούς τʼ ἔκτεινον· τάχα δʼ ἐς πόλιν ἵκετʼ ἀϋτή.
  • οἱ δὲ βοῆς ἀΐοντες ἅμʼ ἠοῖ φαινομένηφιν
  • ἦλθον· πλῆτο δὲ πᾶν πεδίον πεζῶν τε καὶ ἵππων
  • χαλκοῦ τε στεροπῆς· ἐν δὲ Ζεὺς τερπικέραυνος
  • φύζαν ἐμοῖς ἑτάροισι κακὴν βάλεν, οὐδέ τις ἔτλη
  • μεῖναι ἐναντίβιον· περὶ γὰρ κακὰ πάντοθεν ἔστη.
  • ἔνθʼ ἡμέων πολλοὺς μὲν ἀπέκτανον ὀξέϊ χαλκῷ,
  • τοὺς δʼ ἄναγον ζωούς, σφίσιν ἐργάζεσθαι ἀνάγκῃ.
  • αὐτὰρ ἐμοὶ Ζεὺς αὐτὸς ἐνὶ φρεσὶν ὧδε νόημα
  • ποίησʼ—ὡς ὄφελον θανέειν καὶ πότμον ἐπισπεῖν
  • αὐτοῦ ἐν Αἰγύπτῳ· ἔτι γάρ νύ με πῆμʼ ὑπέδεκτο—
  • αὐτίκʼ ἀπὸ κρατὸς κυνέην εὔτυκτον ἔθηκα
  • καὶ σάκος ὤμοιϊν, δόρυ δʼ ἔκβαλον ἔκτοσε χειρός·
  • αὐτὰρ ἐγὼ βασιλῆος ἐναντίον ἤλυθον ἵππων
  • καὶ κύσα γούναθʼ ἑλών· ὁδʼ ἐρύσατο καί μʼ ἐλέησεν,
  • ἐς δίφρον δέ μʼ ἕσας ἄγεν οἴκαδε δάκρυ χέοντα.