Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. οἶκον, ὅθι πρῶτον γενόμην καί μʼ ἔτρεφον αὐτοί.
  2. οὐδέ νυ τῶν ἔτι τόσσον ὀδύρομαι, ἱέμενός περ
  3. ὀφθαλμοῖσιν ἰδέσθαι ἐὼν ἐν πατρίδι γαίῃ·
  4. ἀλλά μʼ Ὀδυσσῆος πόθος αἴνυται οἰχομένοιο.
  5. τὸν μὲν ἐγών, ὦ ξεῖνε, καὶ οὐ παρεόντʼ ὀνομάζειν
  6. αἰδέομαι· πέρι γάρ μʼ ἐφίλει καὶ κήδετο θυμῷ·
  7. ἀλλά μιν ἠθεῖον καλέω καὶ νόσφιν ἐόντα.
  8. τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·
  9. ὦ φίλʼ, ἐπειδὴ πάμπαν ἀναίνεαι, οὐδʼ ἔτι φῇσθα
  10. κεῖνον ἐλεύσεσθαι, θυμὸς δέ τοι αἰὲν ἄπιστος·
  11. ἀλλʼ ἐγὼ οὐκ αὔτως μυθήσομαι, ἀλλὰ σὺν ὅρκῳ,
  12. ὡς νεῖται Ὀδυσεύς· εὐαγγέλιον δέ μοι ἔστω
  13. αὐτίκʼ, ἐπεί κεν κεῖνος ἰὼν τὰ ἃ δώμαθʼ ἵκηται·
  14. ἕσσαι με χλαῖνάν τε χιτῶνά τε, εἵματα καλά·
  15. πρὶν δέ κε, καὶ μάλα περ κεχρημένος, οὔ τι δεχοίμην.
  16. ἐχθρὸς γάρ μοι κεῖνος ὁμῶς Ἀΐδαο πύλῃσι
  17. γίγνεται, ὃς πενίῃ εἴκων ἀπατήλια βάζει.
  18. ἴστω νῦν Ζεὺς πρῶτα θεῶν, ξενίη τε τράπεζα,
  19. ἱστίη τʼ Ὀδυσῆος ἀμύμονος, ἣν ἀφικάνω·
  20. ἦ μέν τοι τάδε πάντα τελείεται ὡς ἀγορεύω.