Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. κνυζώσω δέ τοι ὄσσε πάρος περικαλλέʼ ἐόντε,
  2. ὡς ἂν ἀεικέλιος πᾶσι μνηστῆρσι φανήῃς
  3. σῇ τʼ ἀλόχῳ καὶ παιδί, τὸν ἐν μεγάροισιν ἔλειπες.
  4. αὐτὸς δὲ πρώτιστα συβώτην εἰσαφικέσθαι,
  5. ὅς τοι ὑῶν ἐπίουρος, ὁμῶς δέ τοι ἤπια οἶδε,
  6. παῖδά τε σὸν φιλέει καὶ ἐχέφρονα Πηνελόπειαν.
  7. δήεις τόν γε σύεσσι παρήμενον· αἱ δὲ νέμονται
  8. πὰρ Κόρακος πέτρῃ ἐπί τε κρήνῃ Ἀρεθούσῃ,
  9. ἔσθουσαι βάλανον μενοεικέα καὶ μέλαν ὕδωρ
  10. πίνουσαι, τά θʼ ὕεσσι τρέφει τεθαλυῖαν ἀλοιφήν.
  11. ἔνθα μένειν καὶ πάντα παρήμενος ἐξερέεσθαι,
  12. ὄφρʼ ἂν ἐγὼν ἔλθω Σπάρτην ἐς καλλιγύναικα
  13. Τηλέμαχον καλέουσα, τεὸν φίλον υἱόν, Ὀδυσσεῦ·
  14. ὅς τοι ἐς εὐρύχορον Λακεδαίμονα πὰρ Μενέλαον
  15. ᾤχετο πευσόμενος μετὰ σὸν κλέος, εἴ που ἔτʼ εἴης.
  16. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  17. τίπτε τʼ ἄρʼ οὔ οἱ ἔειπες, ἐνὶ φρεσὶ πάντα ἰδυῖα;
  18. ἦ ἵνα που καὶ κεῖνος ἀλώμενος ἄλγεα πάσχῃ
  19. πόντον ἐπʼ ἀτρύγετον· βίοτον δέ οἱ ἄλλοι ἔδουσι;
  20. τὸν δʼ ἠμείβετʼ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη·