Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἠλώμην, ἧός με θεοὶ κακότητος ἔλυσαν·
  2. πρίν γʼ ὅτε Φαιήκων ἀνδρῶν ἐν πίονι δήμῳ
  3. θάρσυνάς τε ἔπεσσι καὶ ἐς πόλιν ἤγαγες αὐτή.
  4. νῦν δέ σε πρὸς πατρὸς γουνάζομαι—οὐ γὰρ ὀΐω
  5. ἥκειν εἰς Ἰθάκην εὐδείελον, ἀλλά τινʼ ἄλλην
  6. γαῖαν ἀναστρέφομαι· σὲ δὲ κερτομέουσαν ὀΐω
  7. ταῦτʼ ἀγορευέμεναι, ἵνʼ ἐμὰς φρένας ἠπεροπεύσῃς—
  8. εἰπέ μοι εἰ ἐτεόν γε φίλην ἐς πατρίδʼ ἱκάνω.
  9. τὸν δʼ ἠμείβετʼ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη·
  10. αἰεί τοι τοιοῦτον ἐνὶ στήθεσσι νόημα·
  11. τῷ σε καὶ οὐ δύναμαι προλιπεῖν δύστηνον ἐόντα,
  12. οὕνεκʼ ἐπητής ἐσσι καὶ ἀγχίνοος καὶ ἐχέφρων.
  13. ἀσπασίως γάρ κʼ ἄλλος ἀνὴρ ἀλαλήμενος ἐλθὼν
  14. ἵετʼ ἐνὶ μεγάροις ἰδέειν παῖδάς τʼ ἄλοχόν τε·
  15. σοὶ δʼ οὔ πω φίλον ἐστὶ δαήμεναι οὐδὲ πυθέσθαι,
  16. πρίν γʼ ἔτι σῆς ἀλόχου πειρήσεαι, ἥ τέ τοι αὔτως
  17. ἧσται ἐνὶ μεγάροισιν, ὀϊζυραὶ δέ οἱ αἰεὶ
  18. φθίνουσιν νύκτες τε καὶ ἤματα δάκρυ χεούσῃ.
  19. αὐτὰρ ἐγὼ τὸ μὲν οὔ ποτʼ ἀπίστεον, ἀλλʼ ἐνὶ θυμῷ
  20. ᾔδεʼ, ὃ νοστήσεις ὀλέσας ἄπο πάντας ἑταίρους·