Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. αὐτὸς ἰὼν διὰ νηὸς ὑπὸ ζυγά, μή τινʼ ἑταίρων
  2. βλάπτοι ἐλαυνόντων, ὁπότε σπερχοίατʼ ἐρετμοῖς.
  3. οἱ δʼ εἰς Ἀλκινόοιο κίον καὶ δαῖτʼ ἀλέγυνον.
  4. τοῖσι δὲ βοῦν ἱέρευσʼ ἱερὸν μένος Ἀλκινόοιο
  5. Ζηνὶ κελαινεφέϊ Κρονίδῃ, ὃς πᾶσιν ἀνάσσει.
  6. μῆρα δὲ κήαντες δαίνυντʼ ἐρικυδέα δαῖτα
  7. τερπόμενοι· μετὰ δέ σφιν ἐμέλπετο θεῖος ἀοιδός,
  8. Δημόδοκος, λαοῖσι τετιμένος. αὐτὰρ Ὀδυσσεὺς
  9. πολλὰ πρὸς ἠέλιον κεφαλὴν τρέπε παμφανόωντα,
  10. δῦναι ἐπειγόμενος· δὴ γὰρ μενέαινε νέεσθαι.
  11. ὡς δʼ ὅτʼ ἀνὴρ δόρποιο λιλαίεται, ᾧ τε πανῆμαρ
  12. νειὸν ἀνʼ ἕλκητον βόε οἴνοπε πηκτὸν ἄροτρον·
  13. ἀσπασίως δʼ ἄρα τῷ κατέδυ φάος ἠελίοιο
  14. δόρπον ἐποίχεσθαι, βλάβεται δέ τε γούνατʼ ἰόντι·
  15. ὣς Ὀδυσῆʼ ἀσπαστὸν ἔδυ φάος ἠελίοιο.
  16. αἶψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα,
  17. Ἀλκινόῳ δὲ μάλιστα πιφαυσκόμενος φάτο μῦθον·
  18. Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,
  19. πέμπετέ με σπείσαντες ἀπήμονα, χαίρετε δʼ αὐτοί·
  20. ἤδη γὰρ τετέλεσται ἅ μοι φίλος ἤθελε θυμός,