Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἢ βοῦν ἠέ τι μῆλον ἀποκτάνῃ· ἀλλὰ ἕκηλοι
  2. ἐσθίετε βρώμην, τὴν ἀθανάτη πόρε Κίρκη.
  3. ὣς ἐφάμην, οἱ δʼ αὐτίκʼ ἀπώμνυον, ὡς ἐκέλευον.
  4. αὐτὰρ ἐπεί ῥʼ ὄμοσάν τε τελεύτησάν τε τὸν ὅρκον,
  5. στήσαμεν ἐν λιμένι γλαφυρῷ ἐυεργέα νῆα
  6. ἄγχʼ ὕδατος γλυκεροῖο, καὶ ἐξαπέβησαν ἑταῖροι
  7. νηός, ἔπειτα δὲ δόρπον ἐπισταμένως τετύκοντο.
  8. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
  9. μνησάμενοι δὴ ἔπειτα φίλους ἔκλαιον ἑταίρους,
  10. οὓς ἔφαγε Σκύλλη γλαφυρῆς ἐκ νηὸς ἑλοῦσα·
  11. κλαιόντεσσι δὲ τοῖσιν ἐπήλυθε νήδυμος ὕπνος.
  12. ἦμος δὲ τρίχα νυκτὸς ἔην, μετὰ δʼ ἄστρα βεβήκει,
  13. ὦρσεν ἔπι ζαῆν ἄνεμον νεφεληγερέτα Ζεὺς
  14. λαίλαπι θεσπεσίῃ, σὺν δὲ νεφέεσσι κάλυψε
  15. γαῖαν ὁμοῦ καὶ πόντον· ὀρώρει δʼ οὐρανόθεν νύξ.
  16. ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
  17. νῆα μὲν ὡρμίσαμεν κοῖλον σπέος εἰσερύσαντες.
  18. ἔνθα δʼ ἔσαν νυμφέων καλοὶ χοροὶ ἠδὲ θόωκοι·
  19. καὶ τότʼ ἐγὼν ἀγορὴν θέμενος μετὰ μῦθον ἔειπον·
  20. ὦ φίλοι, ἐν γὰρ νηὶ θοῇ βρῶσίς τε πόσις τε