Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. Σκύλλην τʼ, αὐτίκʼ ἔπειτα θεοῦ ἐς ἀμύμονα νῆσον
  2. ἱκόμεθʼ· ἔνθα δʼ ἔσαν καλαὶ βόες εὐρυμέτωποι,
  3. πολλὰ δὲ ἴφια μῆλʼ Ὑπερίονος Ἠελίοιο.
  4. δὴ τότʼ ἐγὼν ἔτι πόντῳ ἐὼν ἐν νηὶ μελαίνῃ
  5. μυκηθμοῦ τʼ ἤκουσα βοῶν αὐλιζομενάων
  6. οἰῶν τε βληχήν· καί μοι ἔπος ἔμπεσε θυμῷ
  7. μάντηος ἀλαοῦ, Θηβαίου Τειρεσίαο,
  8. Κίρκης τʼ Αἰαίης, ἥ μοι μάλα πόλλʼ ἐπέτελλε
  9. νῆσον ἀλεύασθαι τερψιμβρότου Ἠελίοιο.
  10. δὴ τότʼ ἐγὼν ἑτάροισι μετηύδων ἀχνύμενος κῆρ·
  11. κέκλυτέ μευ μύθων κακά περ πάσχοντες ἑταῖροι,
  12. ὄφρʼ ὑμῖν εἴπω μαντήια Τειρεσίαο
  13. Κίρκης τʼ Αἰαίης, ἥ μοι μάλα πόλλʼ ἐπέτελλε
  14. νῆσον ἀλεύασθαι τερψιμβρότου Ἠελίοιο·
  15. ἔνθα γὰρ αἰνότατον κακὸν ἔμμεναι ἄμμιν ἔφασκεν.
  16. ἀλλὰ παρὲξ τὴν νῆσον ἐλαύνετε νῆα μέλαιναν.
  17. ὣς ἐφάμην, τοῖσιν δὲ κατεκλάσθη φίλον ἦτορ.
  18. αὐτίκα δʼ Εὐρύλοχος στυγερῷ μʼ ἠμείβετο μύθῳ·
  19. σχέτλιός εἰς, Ὀδυσεῦ· περί τοι μένος, οὐδέ τι γυῖα
  20. κάμνεις· ἦ ῥά νυ σοί γε σιδήρεα πάντα τέτυκται,