Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. δήσατʼ ἐν ἀργαλέῳ, ὄφρʼ ἔμπεδον αὐτόθι μίμνω,
  2. ὀρθὸν ἐν ἱστοπέδῃ, ἐκ δʼ αὐτοῦ πείρατʼ ἀνήφθω.
  3. εἰ δέ κε λίσσωμαι ὑμέας λῦσαί τε κελεύω,
  4. ὑμεῖς δὲ πλεόνεσσι τότʼ ἐν δεσμοῖσι πιέζειν.
  5. ἦ τοι ἐγὼ τὰ ἕκαστα λέγων ἑτάροισι πίφαυσκον·
  6. τόφρα δὲ καρπαλίμως ἐξίκετο νηῦς ἐυεργὴς
  7. νῆσον Σειρήνοιιν· ἔπειγε γὰρ οὖρος ἀπήμων.
  8. αὐτίκʼ ἔπειτʼ ἄνεμος μὲν ἐπαύσατο ἠδὲ γαλήνη
  9. ἔπλετο νηνεμίη, κοίμησε δὲ κύματα δαίμων.
  10. ἀνστάντες δʼ ἕταροι νεὸς ἱστία μηρύσαντο
  11. καὶ τὰ μὲν ἐν νηὶ γλαφυρῇ θέσαν, οἱ δʼ ἐπʼ ἐρετμὰ
  12. ἑζόμενοι λεύκαινον ὕδωρ ξεστῇς ἐλάτῃσιν.
  13. αὐτὰρ ἐγὼ κηροῖο μέγαν τροχὸν ὀξέι χαλκῷ
  14. τυτθὰ διατμήξας χερσὶ στιβαρῇσι πίεζον·
  15. αἶψα δʼ ἰαίνετο κηρός, ἐπεὶ κέλετο μεγάλη ἲς
  16. Ἠελίου τʼ αὐγὴ Ὑπεριονίδαο ἄνακτος·
  17. ἑξείης δʼ ἑτάροισιν ἐπʼ οὔατα πᾶσιν ἄλειψα.
  18. οἱ δʼ ἐν νηί μʼ ἔδησαν ὁμοῦ χεῖράς τε πόδας τε
  19. ὀρθὸν ἐν ἱστοπέδῃ, ἐκ δʼ αὐτοῦ πείρατʼ ἀνῆπτον·
  20. αὐτοὶ δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.