Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὀψὲ κακῶς νεῖαι, ὀλέσας ἄπο πάντας ἑταίρους.
  2. ὣς ἔφατʼ, αὐτίκα δὲ χρυσόθρονος ἤλυθεν Ἠώς.
  3. ἡ μὲν ἔπειτʼ ἀνὰ νῆσον ἀπέστιχε δῖα θεάων·
  4. αὐτὰρ ἐγὼν ἐπὶ νῆα κιὼν ὤτρυνον ἑταίρους
  5. αὐτούς τʼ ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι·
  6. οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον.
  7. ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.
  8. ἡμῖν δʼ αὖ κατόπισθε νεὸς κυανοπρῴροιο
  9. ἴκμενον οὖρον ἵει πλησίστιον, ἐσθλὸν ἑταῖρον,
  10. Κίρκη ἐυπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα.
  11. αὐτίκα δʼ ὅπλα ἕκαστα πονησάμενοι κατὰ νῆα
  12. ἥμεθα· τὴν δʼ ἄνεμός τε κυβερνήτης τʼ ἴθυνε.
  13. δὴ τότʼ ἐγὼν ἑτάροισι μετηύδων ἀχνύμενος κῆρ·
  14. ὦ φίλοι, οὐ γὰρ χρὴ ἕνα ἴδμεναι οὐδὲ δύʼ οἴους
  15. θέσφαθʼ ἅ μοι Κίρκη μυθήσατο, δῖα θεάων·
  16. ἀλλʼ ἐρέω μὲν ἐγών, ἵνα εἰδότες ἤ κε θάνωμεν
  17. ἤ κεν ἀλευάμενοι θάνατον καὶ κῆρα φύγοιμεν.
  18. Σειρήνων μὲν πρῶτον ἀνώγει θεσπεσιάων
  19. φθόγγον ἀλεύασθαι καὶ λειμῶνʼ ἀνθεμόεντα.
  20. οἶον ἔμʼ ἠνώγει ὄπʼ ἀκουέμεν· ἀλλά με δεσμῷ