Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. Φαίδρην τε Πρόκριν τε ἴδον καλήν τʼ Ἀριάδνην,
  2. κούρην Μίνωος ὀλοόφρονος, ἥν ποτε Θησεὺς
  3. ἐκ Κρήτης ἐς γουνὸν Ἀθηνάων ἱεράων
  4. ἦγε μέν, οὐδʼ ἀπόνητο· πάρος δέ μιν Ἄρτεμις ἔκτα
  5. Δίῃ ἐν ἀμφιρύτῃ Διονύσου μαρτυρίῃσιν.
  6. Μαῖράν τε Κλυμένην τε ἴδον στυγερήν τʼ Ἐριφύλην,
  7. ἣ χρυσὸν φίλου ἀνδρὸς ἐδέξατο τιμήεντα.
  8. πάσας δʼ οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδʼ ὀνομήνω,
  9. ὅσσας ἡρώων ἀλόχους ἴδον ἠδὲ θύγατρας·
  10. πρὶν γάρ κεν καὶ νὺξ φθῖτʼ ἄμβροτος. ἀλλὰ καὶ ὥρη
  11. εὕδειν, ἢ ἐπὶ νῆα θοὴν ἐλθόντʼ ἐς ἑταίρους
  12. ἢ αὐτοῦ· πομπὴ δὲ θεοῖς ὑμῖν τε μελήσει.
  13. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ,
  14. κηληθμῷ δʼ ἔσχοντο κατὰ μέγαρα σκιόεντα.
  15. τοῖσιν δʼ Ἀρήτη λευκώλενος ἤρχετο μύθων.
  16. Φαίηκες, πῶς ὔμμιν ἀνὴρ ὅδε φαίνεται εἶναι
  17. εἶδός τε μέγεθός τε ἰδὲ φρένας ἔνδον ἐίσας;
  18. ξεῖνος δʼ αὖτʼ ἐμός ἐστιν, ἕκαστος δʼ ἔμμορε τιμῆς·
  19. τῷ μὴ ἐπειγόμενοι ἀποπέμπετε, μηδὲ τὰ δῶρα
  20. οὕτω χρηίζοντι κολούετε· πολλὰ γὰρ ὑμῖν