κλαῖον δὲ λιγέως θαλερὸν κατὰ δάκρυ χέοντες·ἀλλʼ οὐ γάρ τις πρῆξις ἐγίγνετο μυρομένοισιν.αὐτὰρ ἐγὼ δίχα πάντας ἐυκνήμιδας ἑταίρουςἠρίθμεον, ἀρχὸν δὲ μετʼ ἀμφοτέροισιν ὄπασσα·τῶν μὲν ἐγὼν ἦρχον, τῶν δʼ Εὐρύλοχος θεοειδής.κλήρους δʼ ἐν κυνέῃ χαλκήρεϊ πάλλομεν ὦκα·ἐκ δʼ ἔθορε κλῆρος μεγαλήτορος Εὐρυλόχοιο.βῆ δʼ ἰέναι, ἅμα τῷ γε δύω καὶ εἴκοσʼ ἑταῖροικλαίοντες· κατὰ δʼ ἄμμε λίπον γοόωντας ὄπισθεν.εὗρον δʼ ἐν βήσσῃσι τετυγμένα δώματα Κίρκηςξεστοῖσιν λάεσσι, περισκέπτῳ ἐνὶ χώρῳ·ἀμφὶ δέ μιν λύκοι ἦσαν ὀρέστεροι ἠδὲ λέοντες,τοὺς αὐτὴ κατέθελξεν, ἐπεὶ κακὰ φάρμακʼ ἔδωκεν.οὐδʼ οἵ γʼ ὡρμήθησαν ἐπʼ ἀνδράσιν, ἀλλʼ ἄρα τοί γεοὐρῇσιν μακρῇσι περισσαίνοντες ἀνέσταν.ὡς δʼ ὅτʼ ἂν ἀμφὶ ἄνακτα κύνες δαίτηθεν ἰόντασαίνωσʼ, αἰεὶ γάρ τε φέρει μειλίγματα θυμοῦ,ὣς τοὺς ἀμφὶ λύκοι κρατερώνυχες ἠδὲ λέοντεςσαῖνον· τοὶ δʼ ἔδεισαν, ἐπεὶ ἴδον αἰνὰ πέλωρα.ἔσταν δʼ ἐν προθύροισι θεᾶς καλλιπλοκάμοιο,