Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. οἱ δʼ εἰς ὀρχηστύν τε καὶ ἱμερόεσσαν ἀοιδὴν
  2. τρεψάμενοι τέρποντο, μένον δʼ ἐπὶ ἕσπερον ἐλθεῖν.
  3. τοῖσι δὲ τερπομένοισι μέλας ἐπὶ ἕσπερος ἦλθε·
  4. δὴ τότε κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος.
  5. Τηλέμαχος δʼ, ὅθι οἱ θάλαμος περικαλλέος αὐλῆς
  6. ὑψηλὸς δέδμητο περισκέπτῳ ἐνὶ χώρῳ,
  7. ἔνθʼ ἔβη εἰς εὐνὴν πολλὰ φρεσὶ μερμηρίζων.
  8. τῷ δʼ ἄρʼ ἅμʼ αἰθομένας δαΐδας φέρε κεδνὰ ἰδυῖα
  9. Εὐρύκλειʼ, Ὦπος θυγάτηρ Πεισηνορίδαο,
  10. τήν ποτε Λαέρτης πρίατο κτεάτεσσιν ἑοῖσιν
  11. πρωθήβην ἔτʼ ἐοῦσαν, ἐεικοσάβοια δʼ ἔδωκεν,
  12. ἶσα δέ μιν κεδνῇ ἀλόχῳ τίεν ἐν μεγάροισιν,
  13. εὐνῇ δʼ οὔ ποτʼ ἔμικτο, χόλον δʼ ἀλέεινε γυναικός·
  14. ἥ οἱ ἅμʼ αἰθομένας δαΐδας φέρε, καί ἑ μάλιστα
  15. δμῳάων φιλέεσκε, καὶ ἔτρεφε τυτθὸν ἐόντα.
  16. ὤιξεν δὲ θύρας θαλάμου πύκα ποιητοῖο,
  17. ἕζετο δʼ ἐν λέκτρῳ, μαλακὸν δʼ ἔκδυνε χιτῶνα·
  18. καὶ τὸν μὲν γραίης πυκιμηδέος ἔμβαλε χερσίν.
  19. ἡ μὲν τὸν πτύξασα καὶ ἀσκήσασα χιτῶνα,
  20. πασσάλῳ ἀγκρεμάσασα παρὰ τρητοῖσι λέχεσσι