Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • ἔρχεο πευσόμενος πατρὸς δὴν οἰχομένοιο,
  • ἤν τίς τοι εἴπῃσι βροτῶν, ἢ ὄσσαν ἀκούσῃς
  • ἐκ Διός, ἥ τε μάλιστα φέρει κλέος ἀνθρώποισι.
  • πρῶτα μὲν ἐς Πύλον ἐλθὲ καὶ εἴρεο Νέστορα δῖον,
  • κεῖθεν δὲ Σπάρτηνδε παρὰ ξανθὸν Μενέλαον·
  • ὃς γὰρ δεύτατος ἦλθεν Ἀχαιῶν χαλκοχιτώνων.
  • εἰ μέν κεν πατρὸς βίοτον καὶ νόστον ἀκούσῃς,
  • ἦ τʼ ἂν τρυχόμενός περ ἔτι τλαίης ἐνιαυτόν·
  • εἰ δέ κε τεθνηῶτος ἀκούσῃς μηδʼ ἔτʼ ἐόντος,
  • νοστήσας δὴ ἔπειτα φίλην ἐς πατρίδα γαῖαν
  • σῆμά τέ οἱ χεῦαι καὶ ἐπὶ κτέρεα κτερεΐξαι
  • πολλὰ μάλʼ, ὅσσα ἔοικε, καὶ ἀνέρι μητέρα δοῦναι.
  • αὐτὰρ ἐπὴν δὴ ταῦτα τελευτήσῃς τε καὶ ἔρξῃς,
  • φράζεσθαι δὴ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν
  • ὅππως κε μνηστῆρας ἐνὶ μεγάροισι τεοῖσι
  • κτείνῃς ἠὲ δόλῳ ἢ ἀμφαδόν· οὐδέ τί σε χρὴ
  • νηπιάας ὀχέειν, ἐπεὶ οὐκέτι τηλίκος ἐσσι.
  • ἢ οὐκ ἀίεις οἷον κλέος ἔλλαβε δῖος Ὀρέστης
  • πάντας ἐπʼ ἀνθρώπους, ἐπεὶ ἔκτανε πατροφονῆα,
  • Αἴγισθον δολόμητιν, ὅ οἱ πατέρα κλυτὸν ἔκτα;