Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. νῦν δέ μιν ἀκλειῶς ἅρπυιαι ἀνηρείψαντο·
  2. οἴχετʼ ἄιστος ἄπυστος, ἐμοὶ δʼ ὀδύνας τε γόους τε
  3. κάλλιπεν. οὐδέ τι κεῖνον ὀδυρόμενος στεναχίζω
  4. οἶον, ἐπεί νύ μοι ἄλλα θεοὶ κακὰ κήδεʼ ἔτευξαν.
  5. ὅσσοι γὰρ νήσοισιν ἐπικρατέουσιν ἄριστοι,
  6. Δουλιχίῳ τε Σάμῃ τε καὶ ὑλήεντι Ζακύνθῳ,
  7. ἠδʼ ὅσσοι κραναὴν Ἰθάκην κάτα κοιρανέουσιν,
  8. τόσσοι μητέρʼ ἐμὴν μνῶνται, τρύχουσι δὲ οἶκον.
  9. ἡ δʼ οὔτʼ ἀρνεῖται στυγερὸν γάμον οὔτε τελευτὴν
  10. ποιῆσαι δύναται· τοὶ δὲ φθινύθουσιν ἔδοντες
  11. οἶκον ἐμόν· τάχα δή με διαρραίσουσι καὶ αὐτόν.
  12. τὸν δʼ ἐπαλαστήσασα προσηύδα Παλλὰς Ἀθήνη·
  13. ὢ πόποι, ἦ δὴ πολλὸν ἀποιχομένου Ὀδυσῆος
  14. δεύῃ, ὅ κε μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφείη.
  15. εἰ γὰρ νῦν ἐλθὼν δόμου ἐν πρώτῃσι θύρῃσι
  16. σταίη, ἔχων πήληκα καὶ ἀσπίδα καὶ δύο δοῦρε,
  17. τοῖος ἐὼν οἷόν μιν ἐγὼ τὰ πρῶτʼ ἐνόησα
  18. οἴκῳ ἐν ἡμετέρῳ πίνοντά τε τερπόμενόν τε,
  19. ἐξ Ἐφύρης ἀνιόντα παρʼ Ἴλου Μερμερίδαο—
  20. ᾤχετο γὰρ καὶ κεῖσε θοῆς ἐπὶ νηὸς Ὀδυσσεὺς