Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἑξείης ἕζοντο κατὰ κλισμούς τε θρόνους τε,
  2. τοῖσι δὲ κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν,
  3. σῖτον δὲ δμῳαὶ παρενήνεον ἐν κανέοισιν,
  4. κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο.
  5. οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
  6. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο
  7. μνηστῆρες, τοῖσιν μὲν ἐνὶ φρεσὶν ἄλλα μεμήλει,
  8. μολπή τʼ ὀρχηστύς τε· τὰ γάρ τʼ ἀναθήματα δαιτός·
  9. κῆρυξ δʼ ἐν χερσὶν κίθαριν περικαλλέα θῆκεν
  10. Φημίῳ, ὅς ῥʼ ἤειδε παρὰ μνηστῆρσιν ἀνάγκῃ.
  11. ἦ τοι ὁ φορμίζων ἀνεβάλλετο καλὸν ἀείδειν.
  12. αὐτὰρ Τηλέμαχος προσέφη γλαυκῶπιν Ἀθήνην,
  13. ἄγχι σχὼν κεφαλήν, ἵνα μὴ πευθοίαθʼ οἱ ἄλλοι·
  14. ξεῖνε φίλʼ, ἦ καί μοι νεμεσήσεαι ὅττι κεν εἴπω;
  15. τούτοισιν μὲν ταῦτα μέλει, κίθαρις καὶ ἀοιδή,
  16. ῥεῖʼ, ἐπεὶ ἀλλότριον βίοτον νήποινον ἔδουσιν,
  17. ἀνέρος, οὗ δή που λεύκʼ ὀστέα πύθεται ὄμβρῳ
  18. κείμενʼ ἐπʼ ἠπείρου, ἢ εἰν ἁλὶ κῦμα κυλίνδει.