Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἡρώων, τοῖσίν τε κοτέσσεται ὀβριμοπάτρη.
  2. βῆ δὲ κατʼ Οὐλύμποιο καρήνων ἀίξασα,
  3. στῆ δʼ Ἰθάκης ἐνὶ δήμῳ ἐπὶ προθύροις Ὀδυσῆος,
  4. οὐδοῦ ἐπʼ αὐλείου· παλάμῃ δʼ ἔχε χάλκεον ἔγχος,
  5. εἰδομένη ξείνῳ, Ταφίων ἡγήτορι Μέντῃ.
  6. εὗρε δʼ ἄρα μνηστῆρας ἀγήνορας. οἱ μὲν ἔπειτα
  7. πεσσοῖσι προπάροιθε θυράων θυμὸν ἔτερπον
  8. ἥμενοι ἐν ῥινοῖσι βοῶν, οὓς ἔκτανον αὐτοί·
  9. κήρυκες δʼ αὐτοῖσι καὶ ὀτρηροὶ θεράποντες
  10. οἱ μὲν οἶνον ἔμισγον ἐνὶ κρητῆρσι καὶ ὕδωρ,
  11. οἱ δʼ αὖτε σπόγγοισι πολυτρήτοισι τραπέζας
  12. νίζον καὶ πρότιθεν, τοὶ δὲ κρέα πολλὰ δατεῦντο.
  13. τὴν δὲ πολὺ πρῶτος ἴδε Τηλέμαχος θεοειδής,
  14. ἧστο γὰρ ἐν μνηστῆρσι φίλον τετιημένος ἦτορ,
  15. ὀσσόμενος πατέρʼ ἐσθλὸν ἐνὶ φρεσίν, εἴ ποθεν ἐλθὼν
  16. μνηστήρων τῶν μὲν σκέδασιν κατὰ δώματα θείη,
  17. τιμὴν δʼ αὐτὸς ἔχοι καὶ δώμασιν οἷσιν ἀνάσσοι.
  18. τὰ φρονέων, μνηστῆρσι μεθήμενος, εἴσιδʼ Ἀθήνην.
  19. βῆ δʼ ἰθὺς προθύροιο, νεμεσσήθη δʼ ἐνὶ θυμῷ
  20. ξεῖνον δηθὰ θύρῃσιν ἐφεστάμεν· ἐγγύθι δὲ στὰς