Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἴομεν· οὐ γάρ μοι δοκέει μύθοιο τελευτὴ
  2. τῇδέ γʼ ὁδῷ κρανέεσθαι· ἀπαγγεῖλαι δὲ τάχιστα
  3. χρὴ μῦθον Δαναοῖσι καὶ οὐκ ἀγαθόν περ ἐόντα
  4. οἵ που νῦν ἕαται ποτιδέγμενοι. αὐτάρ Ἀχιλλεὺς
  5. ἄγριον ἐν στήθεσσι θέτο μεγαλήτορα θυμὸν
  6. σχέτλιος, οὐδὲ μετατρέπεται φιλότητος ἑταίρων
  7. τῆς ᾗ μιν παρὰ νηυσὶν ἐτίομεν ἔξοχον ἄλλων
  8. νηλής· καὶ μέν τίς τε κασιγνήτοιο φονῆος
  9. ποινὴν ἢ οὗ παιδὸς ἐδέξατο τεθνηῶτος·
  10. καί ῥʼ ὃ μὲν ἐν δήμῳ μένει αὐτοῦ πόλλʼ ἀποτίσας,
  11. τοῦ δέ τʼ ἐρητύεται κραδίη καὶ θυμὸς ἀγήνωρ
  12. ποινὴν δεξαμένῳ· σοὶ δʼ ἄληκτόν τε κακόν τε
  13. θυμὸν ἐνὶ στήθεσσι θεοὶ θέσαν εἵνεκα κούρης
  14. οἴης· νῦν δέ τοι ἑπτὰ παρίσχομεν ἔξοχʼ ἀρίστας,
  15. ἄλλά τε πόλλʼ ἐπὶ τῇσι· σὺ δʼ ἵλαον ἔνθεο θυμόν,
  16. αἴδεσσαι δὲ μέλαθρον· ὑπωρόφιοι δέ τοί εἰμεν
  17. πληθύος ἐκ Δαναῶν, μέμαμεν δέ τοι ἔξοχον ἄλλων
  18. κήδιστοί τʼ ἔμεναι καὶ φίλτατοι ὅσσοι Ἀχαιοί.
  19. τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
  20. Αἶαν διογενὲς Τελαμώνιε κοίρανε λαῶν