Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. οὐκέθʼ ὁμῶς τιμῆς ἔσεαι πόλεμόν περ ἀλαλκών.
  2. τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
  3. Φοῖνιξ ἄττα γεραιὲ διοτρεφὲς οὔ τί με ταύτης
  4. χρεὼ τιμῆς· φρονέω δὲ τετιμῆσθαι Διὸς αἴσῃ,
  5. ἥ μʼ ἕξει παρὰ νηυσὶ κορωνίσιν εἰς ὅ κʼ ἀϋτμὴ
  6. ἐν στήθεσσι μένῃ καί μοι φίλα γούνατʼ ὀρώρῃ.
  7. ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσι·
  8. μή μοι σύγχει θυμὸν ὀδυρόμενος καὶ ἀχεύων
  9. Ἀτρεΐδῃ ἥρωϊ φέρων χάριν· οὐδέ τί σε χρὴ
  10. τὸν φιλέειν, ἵνα μή μοι ἀπέχθηαι φιλέοντι.
  11. καλόν τοι σὺν ἐμοὶ τὸν κήδειν ὅς κʼ ἐμὲ κήδῃ·
  12. ἶσον ἐμοὶ βασίλευε καὶ ἥμισυ μείρεο τιμῆς.
  13. οὗτοι δʼ ἀγγελέουσι, σὺ δʼ αὐτόθι λέξεο μίμνων
  14. εὐνῇ ἔνι μαλακῇ· ἅμα δʼ ἠοῖ φαινομένηφι
  15. φρασσόμεθʼ ἤ κε νεώμεθʼ ἐφʼ ἡμέτερʼ ἦ κε μένωμεν.
  16. ἦ καὶ Πατρόκλῳ ὅ γʼ ἐπʼ ὀφρύσι νεῦσε σιωπῇ
  17. Φοίνικι στορέσαι πυκινὸν λέχος, ὄφρα τάχιστα
  18. ἐκ κλισίης νόστοιο μεδοίατο· τοῖσι δʼ ἄρʼ Αἴας
  19. ἀντίθεος Τελαμωνιάδης μετὰ μῦθον ἔειπε·
  20. διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦ