Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  • ἐλλίσσονθʼ· ὃ δὲ μᾶλλον ἀναίνετο· πολλὰ δʼ ἑταῖροι,
  • οἵ οἱ κεδνότατοι καὶ φίλτατοι ἦσαν ἁπάντων·
  • ἀλλʼ οὐδʼ ὧς τοῦ θυμὸν ἐνὶ στήθεσσιν ἔπειθον,
  • πρίν γʼ ὅτε δὴ θάλαμος πύκʼ ἐβάλλετο, τοὶ δʼ ἐπὶ πύργων
  • βαῖνον Κουρῆτες καὶ ἐνέπρηθον μέγα ἄστυ.
  • καὶ τότε δὴ Μελέαγρον ἐΰζωνος παράκοιτις
  • λίσσετʼ ὀδυρομένη, καί οἱ κατέλεξεν ἅπαντα
  • κήδεʼ, ὅσʼ ἀνθρώποισι πέλει τῶν ἄστυ ἁλώῃ·
  • ἄνδρας μὲν κτείνουσι, πόλιν δέ τε πῦρ ἀμαθύνει,
  • τέκνα δέ τʼ ἄλλοι ἄγουσι βαθυζώνους τε γυναῖκας.
  • τοῦ δʼ ὠρίνετο θυμὸς ἀκούοντος κακὰ ἔργα,
  • βῆ δʼ ἰέναι, χροῒ δʼ ἔντεʼ ἐδύσετο παμφανόωντα.
  • ὣς ὃ μὲν Αἰτωλοῖσιν ἀπήμυνεν κακὸν ἦμαρ
  • εἴξας ᾧ θυμῷ· τῷ δʼ οὐκέτι δῶρα τέλεσσαν
  • πολλά τε καὶ χαρίεντα, κακὸν δʼ ἤμυνε καὶ αὔτως.
  • ἀλλὰ σὺ μή μοι ταῦτα νόει φρεσί, μὴ δέ σε δαίμων
  • ἐνταῦθα τρέψειε φίλος· κάκιον δέ κεν εἴη
  • νηυσὶν καιομένῃσιν ἀμυνέμεν· ἀλλʼ ἐπὶ δώρων
  • ἔρχεο· ἶσον γάρ σε θεῷ τίσουσιν Ἀχαιοί.
  • εἰ δέ κʼ ἄτερ δώρων πόλεμον φθισήνορα δύῃς