Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  • τῇ ὅ γε παρκατέλεκτο χόλον θυμαλγέα πέσσων
  • ἐξ ἀρέων μητρὸς κεχολωμένος, ἥ ῥα θεοῖσι
  • πόλλʼ ἀχέουσʼ ἠρᾶτο κασιγνήτοιο φόνοιο,
  • πολλὰ δὲ καὶ γαῖαν πολυφόρβην χερσὶν ἀλοία
  • κικλήσκουσʼ Ἀΐδην καὶ ἐπαινὴν Περσεφόνειαν
  • πρόχνυ καθεζομένη, δεύοντο δὲ δάκρυσι κόλποι,
  • παιδὶ δόμεν θάνατον· τῆς δʼ ἠεροφοῖτις Ἐρινὺς
  • ἔκλυεν ἐξ Ἐρέβεσφιν ἀμείλιχον ἦτορ ἔχουσα.
  • τῶν δὲ τάχʼ ἀμφὶ πύλας ὅμαδος καὶ δοῦπος ὀρώρει
  • πύργων βαλλομένων· τὸν δὲ λίσσοντο γέροντες
  • Αἰτωλῶν, πέμπον δὲ θεῶν ἱερῆας ἀρίστους,
  • ἐξελθεῖν καὶ ἀμῦναι ὑποσχόμενοι μέγα δῶρον·
  • ὁππόθι πιότατον πεδίον Καλυδῶνος ἐραννῆς,
  • ἔνθά μιν ἤνωγον τέμενος περικαλλὲς ἑλέσθαι
  • πεντηκοντόγυον, τὸ μὲν ἥμισυ οἰνοπέδοιο,
  • ἥμισυ δὲ ψιλὴν ἄροσιν πεδίοιο ταμέσθαι.
  • πολλὰ δέ μιν λιτάνευε γέρων ἱππηλάτα Οἰνεὺς
  • οὐδοῦ ἐπεμβεβαὼς ὑψηρεφέος θαλάμοιο
  • σείων κολλητὰς σανίδας γουνούμενος υἱόν·
  • πολλὰ δὲ τόν γε κασίγνηται καὶ πότνια μήτηρ