Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  • αὐτοῦ λισσόμενοι κατερήτυον ἐν μεγάροισι,
  • πολλὰ δὲ ἴφια μῆλα καὶ εἰλίποδας ἕλικας βοῦς
  • ἔσφαζον, πολλοὶ δὲ σύες θαλέθοντες ἀλοιφῇ
  • εὑόμενοι τανύοντο διὰ φλογὸς Ἡφαίστοιο,
  • πολλὸν δʼ ἐκ κεράμων μέθυ πίνετο τοῖο γέροντος.
  • εἰνάνυχες δέ μοι ἀμφʼ αὐτῷ παρὰ νύκτας ἴαυον·
  • οἳ μὲν ἀμειβόμενοι φυλακὰς ἔχον, οὐδέ ποτʼ ἔσβη
  • πῦρ, ἕτερον μὲν ὑπʼ αἰθούσῃ εὐερκέος αὐλῆς,
  • ἄλλο δʼ ἐνὶ προδόμῳ, πρόσθεν θαλάμοιο θυράων.
  • ἀλλʼ ὅτε δὴ δεκάτη μοι ἐπήλυθε νὺξ ἐρεβεννή,
  • καὶ τότʼ ἐγὼ θαλάμοιο θύρας πυκινῶς ἀραρυίας
  • ῥήξας ἐξῆλθον, καὶ ὑπέρθορον ἑρκίον αὐλῆς
  • ῥεῖα, λαθὼν φύλακάς τʼ ἄνδρας δμῳάς τε γυναῖκας.
  • φεῦγον ἔπειτʼ ἀπάνευθε διʼ Ἑλλάδος εὐρυχόροιο,
  • Φθίην δʼ ἐξικόμην ἐριβώλακα μητέρα μήλων
  • ἐς Πηλῆα ἄναχθʼ· ὃ δέ με πρόφρων ὑπέδεκτο,
  • καί μʼ ἐφίλησʼ ὡς εἴ τε πατὴρ ὃν παῖδα φιλήσῃ
  • μοῦνον τηλύγετον πολλοῖσιν ἐπὶ κτεάτεσσι,
  • καί μʼ ἀφνειὸν ἔθηκε, πολὺν δέ μοι ὤπασε λαόν·
  • ναῖον δʼ ἐσχατιὴν Φθίης Δολόπεσσιν ἀνάσσων.