Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  • οὐδʼ ἀγορέων, ἵνα τʼ ἄνδρες ἀριπρεπέες τελέθουσι.
  • τοὔνεκά με προέηκε διδασκέμεναι τάδε πάντα,
  • μύθων τε ῥητῆρʼ ἔμεναι πρηκτῆρά τε ἔργων.
  • ὡς ἂν ἔπειτʼ ἀπὸ σεῖο φίλον τέκος οὐκ ἐθέλοιμι
  • λείπεσθʼ, οὐδʼ εἴ κέν μοι ὑποσταίη θεὸς αὐτὸς
  • γῆρας ἀποξύσας θήσειν νέον ἡβώοντα,
  • οἷον ὅτε πρῶτον λίπον Ἑλλάδα καλλιγύναικα
  • φεύγων νείκεα πατρὸς Ἀμύντορος Ὀρμενίδαο,
  • ὅς μοι παλλακίδος περιχώσατο καλλικόμοιο,
  • τὴν αὐτὸς φιλέεσκεν, ἀτιμάζεσκε δʼ ἄκοιτιν
  • μητέρʼ ἐμήν· ἣ δʼ αἰὲν ἐμὲ λισσέσκετο γούνων
  • παλλακίδι προμιγῆναι, ἵνʼ ἐχθήρειε γέροντα.
  • τῇ πιθόμην καὶ ἔρεξα· πατὴρ δʼ ἐμὸς αὐτίκʼ ὀϊσθεὶς
  • πολλὰ κατηρᾶτο, στυγερὰς δʼ ἐπεκέκλετʼ Ἐρινῦς,
  • μή ποτε γούνασιν οἷσιν ἐφέσσεσθαι φίλον υἱὸν
  • ἐξ ἐμέθεν γεγαῶτα· θεοὶ δʼ ἐτέλειον ἐπαρὰς
  • Ζεύς τε καταχθόνιος καὶ ἐπαινὴ Περσεφόνεια.
  • [*](This edition omits lines 458-461.)
  • ἔνθʼ ἐμοὶ οὐκέτι πάμπαν ἐρητύετʼ ἐν φρεσὶ θυμὸς
  • πατρὸς χωομένοιο κατὰ μέγαρα στρωφᾶσθαι.
  • ἦ μὲν πολλὰ ἔται καὶ ἀνεψιοὶ ἀμφὶς ἐόντες