Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  • ἄξια δῶρα δίδωσι μεταλήξαντι χόλοιο.
  • εἰ δὲ σὺ μέν μευ ἄκουσον, ἐγὼ δέ κέ τοι καταλέξω
  • ὅσσά τοι ἐν κλισίῃσιν ὑπέσχετο δῶρʼ Ἀγαμέμνων·
  • ἕπτʼ ἀπύρους τρίποδας, δέκα δὲ χρυσοῖο τάλαντα,
  • αἴθωνας δὲ λέβητας ἐείκοσι, δώδεκα δʼ ἵππους
  • πηγοὺς ἀθλοφόρους, οἳ ἀέθλια ποσσὶν ἄροντο.
  • οὔ κεν ἀλήϊος εἴη ἀνὴρ ᾧ τόσσα γένοιτο
  • οὐδέ κεν ἀκτήμων ἐριτίμοιο χρυσοῖο,
  • ὅσσʼ Ἀγαμέμνονος ἵπποι ἀέθλια ποσσὶν ἄροντο.
  • δώσει δʼ ἑπτὰ γυναῖκας ἀμύμονα ἔργα ἰδυίας
  • Λεσβίδας, ἃς ὅτε Λέσβον ἐϋκτιμένην ἕλες αὐτὸς
  • ἐξέλεθʼ, αἳ τότε κάλλει ἐνίκων φῦλα γυναικῶν.
  • τὰς μέν τοι δώσει, μετὰ δʼ ἔσσεται ἣν τότʼ ἀπηύρα
  • κούρη Βρισῆος· ἐπὶ δὲ μέγαν ὅρκον ὀμεῖται
  • μή ποτε τῆς εὐνῆς ἐπιβήμεναι ἠδὲ μιγῆναι
  • ἣ θέμις ἐστὶν ἄναξ ἤτʼ ἀνδρῶν ἤτε γυναικῶν.
  • ταῦτα μὲν αὐτίκα πάντα παρέσσεται· εἰ δέ κεν αὖτε
  • ἄστυ μέγα Πριάμοιο θεοὶ δώωσʼ ἀλαπάξαι,
  • νῆα ἅλις χρυσοῦ καὶ χαλκοῦ νηήσασθαι
  • εἰσελθών, ὅτε κεν δατεώμεθα ληΐδʼ Ἀχαιοί,