Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  • στεῦται γὰρ νηῶν ἀποκόψειν ἄκρα κόρυμβα
  • αὐτάς τʼ ἐμπρήσειν μαλεροῦ πυρός, αὐτὰρ Ἀχαιοὺς
  • δῃώσειν παρὰ τῇσιν ὀρινομένους ὑπὸ καπνοῦ.
  • ταῦτʼ αἰνῶς δείδοικα κατὰ φρένα, μή οἱ ἀπειλὰς
  • ἐκτελέσωσι θεοί, ἡμῖν δὲ δὴ αἴσιμον εἴη
  • φθίσθαι ἐνὶ Τροίῃ ἑκὰς Ἄργεος ἱπποβότοιο.
  • ἀλλʼ ἄνα εἰ μέμονάς γε καὶ ὀψέ περ υἷας Ἀχαιῶν
  • τειρομένους ἐρύεσθαι ὑπὸ Τρώων ὀρυμαγδοῦ.
  • αὐτῷ τοι μετόπισθʼ ἄχος ἔσσεται, οὐδέ τι μῆχος
  • ῥεχθέντος κακοῦ ἔστʼ ἄκος εὑρεῖν· ἀλλὰ πολὺ πρὶν
  • φράζευ ὅπως Δαναοῖσιν ἀλεξήσεις κακὸν ἦμαρ.
  • ὦ πέπον ἦ μὲν σοί γε πατὴρ ἐπετέλλετο Πηλεὺς
  • ἤματι τῷ ὅτε σʼ ἐκ Φθίης Ἀγαμέμνονι πέμπε·
  • τέκνον ἐμὸν κάρτος μὲν Ἀθηναίη τε καὶ Ἥρη
  • δώσουσʼ αἴ κʼ ἐθέλωσι, σὺ δὲ μεγαλήτορα θυμὸν
  • ἴσχειν ἐν στήθεσσι· φιλοφροσύνη γὰρ ἀμείνων·
  • ληγέμεναι δʼ ἔριδος κακομηχάνου, ὄφρά σε μᾶλλον
  • τίωσʼ Ἀργείων ἠμὲν νέοι ἠδὲ γέροντες.
  • ὣς ἐπέτελλʼ ὃ γέρων, σὺ δὲ λήθεαι· ἀλλʼ ἔτι καὶ νῦν
  • παύεʼ, ἔα δὲ χόλον θυμαλγέα· σοὶ δʼ Ἀγαμέμνων