Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. αἶψα δὲ Πάτροκλον προσεφώνεεν ἐγγὺς ἐόντα·
  2. μείζονα δὴ κρητῆρα Μενοιτίου υἱὲ καθίστα,
  3. ζωρότερον δὲ κέραιε, δέπας δʼ ἔντυνον ἑκάστῳ·
  4. οἳ γὰρ φίλτατοι ἄνδρες ἐμῷ ὑπέασι μελάθρῳ.
  5. ὣς φάτο, Πάτροκλος δὲ φίλῳ ἐπεπείθεθʼ ἑταίρῳ.
  6. αὐτὰρ ὅ γε κρεῖον μέγα κάββαλεν ἐν πυρὸς αὐγῇ,
  7. ἐν δʼ ἄρα νῶτον ἔθηκʼ ὄϊος καὶ πίονος αἰγός,
  8. ἐν δὲ συὸς σιάλοιο ῥάχιν τεθαλυῖαν ἀλοιφῇ.
  9. τῷ δʼ ἔχεν Αὐτομέδων, τάμνεν δʼ ἄρα δῖος Ἀχιλλεύς.
  10. καὶ τὰ μὲν εὖ μίστυλλε καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειρε,
  11. πῦρ δὲ Μενοιτιάδης δαῖεν μέγα ἰσόθεος φώς.
  12. αὐτὰρ ἐπεὶ κατὰ πῦρ ἐκάη καὶ φλὸξ ἐμαράνθη,
  13. ἀνθρακιὴν στορέσας ὀβελοὺς ἐφύπερθε τάνυσσε,
  14. πάσσε δʼ ἁλὸς θείοιο κρατευτάων ἐπαείρας.
  15. αὐτὰρ ἐπεί ῥʼ ὤπτησε καὶ εἰν ἐλεοῖσιν ἔχευε,
  16. Πάτροκλος μὲν σῖτον ἑλὼν ἐπένειμε τραπέζῃ
  17. καλοῖς ἐν κανέοισιν, ἀτὰρ κρέα νεῖμεν Ἀχιλλεύς.
  18. αὐτὸς δʼ ἀντίον ἷζεν Ὀδυσσῆος θείοιο
  19. τοίχου τοῦ ἑτέροιο, θεοῖσι δὲ θῦσαι ἀνώγει
  20. Πάτροκλον ὃν ἑταῖρον· ὃ δʼ ἐν πυρὶ βάλλε θυηλάς.