Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. τέρποντʼ οὔτʼ ἀνέμοισι, βαθὺς δέ τε Τάρταρος ἀμφίς·
  2. οὐδʼ ἢν ἔνθʼ ἀφίκηαι ἀλωμένη, οὔ σευ ἔγωγε
  3. σκυζομένης ἀλέγω, ἐπεὶ οὐ σέο κύντερον ἄλλο.
  4. ὣς φάτο, τὸν δʼ οὔ τι προσέφη λευκώλενος Ἥρη.
  5. ἐν δʼ ἔπεσʼ Ὠκεανῷ λαμπρὸν φάος ἠελίοιο
  6. ἕλκον νύκτα μέλαιναν ἐπὶ ζείδωρον ἄρουραν.
  7. Τρωσὶν μέν ῥʼ ἀέκουσιν ἔδυ φάος, αὐτὰρ Ἀχαιοῖς
  8. ἀσπασίη τρίλλιστος ἐπήλυθε νὺξ ἐρεβεννή.
  9. Τρώων αὖτʼ ἀγορὴν ποιήσατο φαίδιμος Ἕκτωρ
  10. νόσφι νεῶν ἀγαγὼν ποταμῷ ἔπι δινήεντι,
  11. ἐν καθαρῷ ὅθι δὴ νεκύων διεφαίνετο χῶρος.
  12. ἐξ ἵππων δʼ ἀποβάντες ἐπὶ χθόνα μῦθον ἄκουον
  13. τόν ῥʼ Ἕκτωρ ἀγόρευε Διῒ φίλος· ἐν δʼ ἄρα χειρὶ
  14. ἔγχος ἔχʼ ἑνδεκάπηχυ· πάροιθε δὲ λάμπετο δουρὸς
  15. αἰχμὴ χαλκείη, περὶ δὲ χρύσεος θέε πόρκης,
  16. τῷ ὅ γʼ ἐρεισάμενος ἔπεα Τρώεσσι μετηύδα·
  17. κέκλυτέ μευ Τρῶες καὶ Δάρδανοι ἠδʼ ἐπίκουροι·
  18. νῦν ἐφάμην νῆάς τʼ ὀλέσας καὶ πάντας Ἀχαιοὺς
  19. ἂψ ἀπονοστήσειν προτὶ Ἴλιον ἠνεμόεσσαν·
  20. ἀλλὰ πρὶν κνέφας ἦλθε, τὸ νῦν ἐσάωσε μάλιστα