Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. Ἥρῃ δʼ οὐκ ἔχαδε στῆθος χόλον, ἀλλὰ προσηύδα·
  2. αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες.
  3. εὖ νυ καὶ ἡμεῖς ἴδμεν ὅ τοι σθένος οὐκ ἀλαπαδνόν·
  4. ἀλλʼ ἔμπης Δαναῶν ὀλοφυρόμεθʼ αἰχμητάων,
  5. οἵ κεν δὴ κακὸν οἶτον ἀναπλήσαντες ὄλωνται.
  6. ἀλλʼ ἤτοι πολέμου μὲν ἀφεξόμεθʼ, εἰ σὺ κελεύεις·
  7. βουλὴν δʼ Ἀργείοις ὑποθησόμεθʼ ἥ τις ὀνήσει,
  8. ὡς μὴ πάντες ὄλωνται ὀδυσσαμένοιο τεοῖο.
  9. τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·
  10. ἠοῦς δὴ καὶ μᾶλλον ὑπερμενέα Κρονίωνα
  11. ὄψεαι, αἴ κʼ ἐθέλῃσθα, βοῶπις πότνια Ἥρη
  12. ὀλλύντʼ Ἀργείων πουλὺν στρατὸν αἰχμητάων·
  13. οὐ γὰρ πρὶν πολέμου ἀποπαύσεται ὄβριμος Ἕκτωρ
  14. πρὶν ὄρθαι παρὰ ναῦφι ποδώκεα Πηλεΐωνα,
  15. ἤματι τῷ ὅτʼ ἂν οἳ μὲν ἐπὶ πρύμνῃσι μάχωνται
  16. στείνει ἐν αἰνοτάτῳ περὶ Πατρόκλοιο θανόντος·
  17. ὣς γὰρ θέσφατόν ἐστι· σέθεν δʼ ἐγὼ οὐκ ἀλεγίζω
  18. χωομένης, οὐδʼ εἴ κε τὰ νείατα πείραθʼ ἵκηαι
  19. γαίης καὶ πόντοιο, ἵνʼ Ἰάπετός τε Κρόνος τε
  20. ἥμενοι οὔτʼ αὐγῇς Ὑπερίονος Ἠελίοιο