Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἅρματα δʼ ἂμ βωμοῖσι τίθει κατὰ λῖτα πετάσσας·
  2. αὐτὸς δὲ χρύσειον ἐπὶ θρόνον εὐρύοπα Ζεὺς
  3. ἕζετο, τῷ δʼ ὑπὸ ποσσὶ μέγας πελεμίζετʼ Ὄλυμπος.
  4. αἳ δʼ οἶαι Διὸς ἀμφὶς Ἀθηναίη τε καὶ Ἥρη
  5. ἥσθην, οὐδέ τί μιν προσεφώνεον οὐδʼ ἐρέοντο·
  6. αὐτὰρ ὃ ἔγνω ᾗσιν ἐνὶ φρεσὶ φώνησέν τε·
  7. τίφθʼ οὕτω τετίησθον Ἀθηναίη τε καὶ Ἥρη;
  8. οὐ μέν θην κάμετόν γε μάχῃ ἔνι κυδιανείρῃ
  9. ὀλλῦσαι Τρῶας, τοῖσιν κότον αἰνὸν ἔθεσθε.
  10. πάντως, οἷον ἐμόν γε μένος καὶ χεῖρες ἄαπτοι,
  11. οὐκ ἄν με τρέψειαν ὅσοι θεοί εἰσʼ ἐν Ὀλύμπῳ.
  12. σφῶϊν δὲ πρίν περ τρόμος ἔλλαβε φαίδιμα γυῖα
  13. πρὶν πόλεμόν τε ἰδεῖν πολέμοιό τε μέρμερα ἔργα.
  14. ὧδε γὰρ ἐξερέω, τὸ δέ κεν τετελεσμένον ἦεν·
  15. οὐκ ἂν ἐφʼ ὑμετέρων ὀχέων πληγέντε κεραυνῷ
  16. ἂψ ἐς Ὄλυμπον ἵκεσθον, ἵνʼ ἀθανάτων ἕδος ἐστίν.
  17. ὣς ἔφαθʼ, αἳ δʼ ἐπέμυξαν Ἀθηναίη τε καὶ Ἥρη·
  18. πλησίαι αἵ γʼ ἥσθην, κακὰ δὲ Τρώεσσι μεδέσθην.
  19. ἤτοι Ἀθηναίη ἀκέων ἦν οὐδέ τι εἶπε
  20. σκυζομένη Διὶ πατρί, χόλος δέ μιν ἄγριος ᾕρει·