Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. Ἕκτορος ἀντικρύ, βαλέειν δέ ἑ ἵετο θυμός·
  2. καὶ τοῦ μέν ῥʼ ἀφάμαρθʼ, ὃ δʼ ἀμύμονα Γοργυθίωνα
  3. υἱὸν ἐῢν Πριάμοιο κατὰ στῆθος βάλεν ἰῷ,
  4. τόν ῥʼ ἐξ Αἰσύμηθεν ὀπυιομένη τέκε μήτηρ
  5. καλὴ Καστιάνειρα δέμας ἐϊκυῖα θεῇσι.
  6. μήκων δʼ ὡς ἑτέρωσε κάρη βάλεν, ἥ τʼ ἐνὶ κήπῳ
  7. καρπῷ βριθομένη νοτίῃσί τε εἰαρινῇσιν,
  8. ὣς ἑτέρωσʼ ἤμυσε κάρη πήληκι βαρυνθέν.
  9. Τεῦκρος δʼ ἄλλον ὀϊστὸν ἀπὸ νευρῆφιν ἴαλλεν
  10. Ἕκτορος ἀντικρύ, βαλέειν δέ ἑ ἵετο θυμός.
  11. ἀλλʼ ὅ γε καὶ τόθʼ ἅμαρτε· παρέσφηλεν γὰρ Ἀπόλλων·
  12. ἀλλʼ Ἀρχεπτόλεμον θρασὺν Ἕκτορος ἡνιοχῆα
  13. ἱέμενον πόλεμον δὲ βάλε στῆθος παρὰ μαζόν·
  14. ἤριπε δʼ ἐξ ὀχέων, ὑπερώησαν δέ οἱ ἵπποι
  15. ὠκύποδες· τοῦ δʼ αὖθι λύθη ψυχή τε μένος τε.
  16. Ἕκτορα δʼ αἰνὸν ἄχος πύκασε φρένας ἡνιόχοιο·
  17. τὸν μὲν ἔπειτʼ εἴασε καὶ ἀχνύμενός περ ἑταίρου,
  18. Κεβριόνην δʼ ἐκέλευσεν ἀδελφεὸν ἐγγὺς ἐόντα
  19. ἵππων ἡνίʼ ἑλεῖν· ὃ δʼ ἄρʼ οὐκ ἀπίθησεν ἀκούσας.
  20. αὐτὸς δʼ ἐκ δίφροιο χαμαὶ θόρε παμφανόωντος