Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. τὸν δὲ μετʼ Ἀτρεΐδαι Ἀγαμέμνων καὶ Μενέλαος,
  2. τοῖσι δʼ ἐπʼ Αἴαντες θοῦριν ἐπιειμένοι ἀλκήν,
  3. τοῖσι δʼ ἐπʼ Ἰδομενεὺς καὶ ὀπάων Ἰδομενῆος
  4. Μηριόνης ἀτάλαντος Ἐνυαλίῳ ἀνδρειφόντῃ,
  5. τοῖσι δʼ ἐπʼ Εὐρύπυλος Εὐαίμονος ἀγλαὸς υἱός·
  6. Τεῦκρος δʼ εἴνατος ἦλθε παλίντονα τόξα τιταίνων,
  7. στῆ δʼ ἄρʼ ὑπʼ Αἴαντος σάκεϊ Τελαμωνιάδαο.
  8. ἔνθʼ Αἴας μὲν ὑπεξέφερεν σάκος· αὐτὰρ ὅ γʼ ἥρως
  9. παπτήνας, ἐπεὶ ἄρ τινʼ ὀϊστεύσας ἐν ὁμίλῳ
  10. βεβλήκοι, ὃ μὲν αὖθι πεσὼν ἀπὸ θυμὸν ὄλεσσεν,
  11. αὐτὰρ ὃ αὖτις ἰὼν πάϊς ὣς ὑπὸ μητέρα δύσκεν
  12. εἰς Αἴανθʼ· ὃ δέ μιν σάκεϊ κρύπτασκε φαεινῷ.
  13. ἔνθα τίνα πρῶτον Τρώων ἕλε Τεῦκρος ἀμύμων;
  14. Ὀρσίλοχον μὲν πρῶτα καὶ Ὄρμενον ἠδʼ Ὀφελέστην
  15. Δαίτορά τε Χρομίον τε καὶ ἀντίθεον Λυκοφόντην
  16. καὶ Πολυαιμονίδην Ἀμοπάονα καὶ Μελάνιππον,
  17. πάντας ἐπασσυτέρους πέλασε χθονὶ πουλυβοτείρῃ.
  18. τὸν δὲ ἰδὼν γήθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων
  19. τόξου ἄπο κρατεροῦ Τρώων ὀλέκοντα φάλαγγας·
  20. στῆ δὲ παρʼ αὐτὸν ἰὼν καί μιν πρὸς μῦθον ἔειπε·