Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. πορφύρεον μέγα φᾶρος ἔχων ἐν χειρὶ παχείῃ,
  2. στῆ δʼ ἐπʼ Ὀδυσσῆος μεγακήτεϊ νηῒ μελαίνῃ,
  3. ἥ ῥʼ ἐν μεσσάτῳ ἔσκε γεγωνέμεν ἀμφοτέρωσε,
  4. ἠμὲν ἐπʼ Αἴαντος κλισίας Τελαμωνιάδαο
  5. ἠδʼ ἐπʼ Ἀχιλλῆος, τοί ῥʼ ἔσχατα νῆας ἐΐσας
  6. εἴρυσαν, ἠνορέῃ πίσυνοι καὶ κάρτεϊ χειρῶν·
  7. ἤϋσεν δὲ διαπρύσιον Δαναοῖσι γεγωνώς·
  8. αἰδὼς Ἀργεῖοι, κάκʼ ἐλέγχεα, εἶδος ἀγητοί·
  9. πῇ ἔβαν εὐχωλαί, ὅτε δὴ φάμεν εἶναι ἄριστοι,
  10. ἃς ὁπότʼ ἐν Λήμνῳ κενεαυχέες ἠγοράασθε,
  11. ἔσθοντες κρέα πολλὰ βοῶν ὀρθοκραιράων
  12. πίνοντες κρητῆρας ἐπιστεφέας οἴνοιο,
  13. Τρώων ἄνθʼ ἑκατόν τε διηκοσίων τε ἕκαστος
  14. στήσεσθʼ ἐν πολέμῳ· νῦν δʼ οὐδʼ ἑνὸς ἄξιοί εἰμεν
  15. Ἕκτορος, ὃς τάχα νῆας ἐνιπρήσει πυρὶ κηλέῳ.
  16. Ζεῦ πάτερ, ἦ ῥά τινʼ ἤδη ὑπερμενέων βασιλήων
  17. τῇδʼ ἄτῃ ἄασας καί μιν μέγα κῦδος ἀπηύρας;
  18. οὐ μὲν δή ποτέ φημι τεὸν περικαλλέα βωμὸν
  19. νηῒ πολυκλήϊδι παρελθέμεν ἐνθάδε ἔρρων,
  20. ἀλλʼ ἐπὶ πᾶσι βοῶν δημὸν καὶ μηρίʼ ἔκηα