Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. μνημοσύνη τις ἔπειτα πυρὸς δηΐοιο γενέσθω,
  2. ὡς πυρὶ νῆας ἐνιπρήσω, κτείνω δὲ καὶ αὐτοὺς
  3. Ἀργείους παρὰ νηυσὶν ἀτυζομένους ὑπὸ καπνοῦ.
  4. ὣς εἰπὼν ἵπποισιν ἐκέκλετο φώνησέν τε·
  5. Ξάνθέ τε καὶ σὺ Πόδαργε καὶ Αἴθων Λάμπέ τε δῖε
  6. νῦν μοι τὴν κομιδὴν ἀποτίνετον, ἣν μάλα πολλὴν
  7. Ἀνδρομάχη θυγάτηρ μεγαλήτορος Ἠετίωνος
  8. ὑμῖν πὰρ προτέροισι μελίφρονα πυρὸν ἔθηκεν
  9. οἶνόν τʼ ἐγκεράσασα πιεῖν, ὅτε θυμὸς ἀνώγοι,
  10. ἢ ἐμοί, ὅς πέρ οἱ θαλερὸς πόσις εὔχομαι εἶναι.
  11. ἀλλʼ ἐφομαρτεῖτον καὶ σπεύδετον ὄφρα λάβωμεν
  12. ἀσπίδα Νεστορέην, τῆς νῦν κλέος οὐρανὸν ἵκει
  13. πᾶσαν χρυσείην ἔμεναι, κανόνας τε καὶ αὐτήν,
  14. αὐτὰρ ἀπʼ ὤμοιιν Διομήδεος ἱπποδάμοιο
  15. δαιδάλεον θώρηκα, τὸν Ἥφαιστος κάμε τεύχων.
  16. εἰ τούτω κε λάβοιμεν, ἐελποίμην κεν Ἀχαιοὺς
  17. αὐτονυχὶ νηῶν ἐπιβησέμεν ὠκειάων.
  18. ὣς ἔφατʼ εὐχόμενος, νεμέσησε δὲ πότνια Ἥρη,
  19. σείσατο δʼ εἰνὶ θρόνῳ, ἐλέλιξε δὲ μακρὸν Ὄλυμπον,
  20. καί ῥα Ποσειδάωνα μέγαν θεὸν ἀντίον ηὔδα·