Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἵππων ἡνίʼ ἔχοντα βάλε στῆθος παρὰ μαζόν.
  2. ἤριπε δʼ ἐξ ὀχέων, ὑπερώησαν δέ οἱ ἵπποι
  3. ὠκύποδες· τοῦ δʼ αὖθι λύθη ψυχή τε μένος τε.
  4. Ἕκτορα δʼ αἰνὸν ἄχος πύκασε φρένας ἡνιόχοιο·
  5. τὸν μὲν ἔπειτʼ εἴασε καὶ ἀχνύμενός περ ἑταίρου
  6. κεῖσθαι, ὃ δʼ ἡνίοχον μέθεπε θρασύν· οὐδʼ ἄρʼ ἔτι δὴν
  7. ἵππω δευέσθην σημάντορος· αἶψα γὰρ εὗρεν
  8. Ἰφιτίδην Ἀρχεπτόλεμον θρασύν, ὅν ῥα τόθʼ ἵππων
  9. ὠκυπόδων ἐπέβησε, δίδου δέ οἱ ἡνία χερσίν.
  10. ἔνθά κε λοιγὸς ἔην καὶ ἀμήχανα ἔργα γένοντο,
  11. καί νύ κε σήκασθεν κατὰ Ἴλιον ἠΰτε ἄρνες,
  12. εἰ μὴ ἄρʼ ὀξὺ νόησε πατὴρ ἀνδρῶν τε θεῶν τε·
  13. βροντήσας δʼ ἄρα δεινὸν ἀφῆκʼ ἀργῆτα κεραυνόν,
  14. κὰδ δὲ πρόσθʼ ἵππων Διομήδεος ἧκε χαμᾶζε·
  15. δεινὴ δὲ φλὸξ ὦρτο θεείου καιομένοιο,
  16. τὼ δʼ ἵππω δείσαντε καταπτήτην ὑπʼ ὄχεσφι·
  17. Νέστορα δʼ ἐκ χειρῶν φύγον ἡνία σιγαλόεντα,
  18. δεῖσε δʼ ὅ γʼ ἐν θυμῷ, Διομήδεα δὲ προσέειπε·
  19. Τυδεΐδη ἄγε δʼ αὖτε φόβον δʼ ἔχε μώνυχας ἵππους.
  20. ἦ οὐ γιγνώσκεις ὅ τοι ἐκ Διὸς οὐχ ἕπετʼ ἀλκή;