Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  2. ὦ γέρον ἦ μάλα δή σε νέοι τείρουσι μαχηταί,
  3. σὴ δὲ βίη λέλυται, χαλεπὸν δέ σε γῆρας ὀπάζει,
  4. ἠπεδανὸς δέ νύ τοι θεράπων, βραδέες δέ τοι ἵπποι.
  5. ἀλλʼ ἄγʼ ἐμῶν ὀχέων ἐπιβήσεο, ὄφρα ἴδηαι
  6. οἷοι Τρώϊοι ἵπποι ἐπιστάμενοι πεδίοιο
  7. κραιπνὰ μάλʼ ἔνθα καὶ ἔνθα διωκέμεν ἠδὲ φέβεσθαι,
  8. οὕς ποτʼ ἀπʼ Αἰνείαν ἑλόμην μήστωρε φόβοιο.
  9. τούτω μὲν θεράποντε κομείτων, τώδε δὲ νῶϊ
  10. Τρωσὶν ἐφʼ ἱπποδάμοις ἰθύνομεν, ὄφρα καὶ Ἕκτωρ
  11. εἴσεται εἰ καὶ ἐμὸν δόρυ μαίνεται ἐν παλάμῃσιν.
  12. ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε Γερήνιος ἱππότα Νέστωρ.
  13. Νεστορέας μὲν ἔπειθʼ ἵππους θεράποντε κομείτην
  14. ἴφθιμοι Σθένελός τε καὶ Εὐρυμέδων ἀγαπήνωρ.
  15. τὼ δʼ εἰς ἀμφοτέρω Διομήδεος ἅρματα βήτην·
  16. Νέστωρ δʼ ἐν χείρεσσι λάβʼ ἡνία σιγαλόεντα,
  17. μάστιξεν δʼ ἵππους· τάχα δʼ Ἕκτορος ἄγχι γένοντο.
  18. τοῦ δʼ ἰθὺς μεμαῶτος ἀκόντισε Τυδέος υἱός·
  19. καὶ τοῦ μέν ῥʼ ἀφάμαρτεν, ὃ δʼ ἡνίοχον θεράποντα
  20. υἱὸν ὑπερθύμου Θηβαίου Ἠνιοπῆα