Iliad
Homer
Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.
- Ἠὼς μὲν κροκόπεπλος ἐκίδνατο πᾶσαν ἐπʼ αἶαν,
- Ζεὺς δὲ θεῶν ἀγορὴν ποιήσατο τερπικέραυνος
- ἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο·
- αὐτὸς δέ σφʼ ἀγόρευε, θεοὶ δʼ ὑπὸ πάντες ἄκουον·
- κέκλυτέ μευ πάντές τε θεοὶ πᾶσαί τε θέαιναι,
- ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
- μήτέ τις οὖν θήλεια θεὸς τό γε μήτέ τις ἄρσην
- πειράτω διακέρσαι ἐμὸν ἔπος, ἀλλʼ ἅμα πάντες
- αἰνεῖτʼ, ὄφρα τάχιστα τελευτήσω τάδε ἔργα.
- ὃν δʼ ἂν ἐγὼν ἀπάνευθε θεῶν ἐθέλοντα νοήσω
- ἐλθόντʼ ἢ Τρώεσσιν ἀρηγέμεν ἢ Δαναοῖσι
- πληγεὶς οὐ κατὰ κόσμον ἐλεύσεται Οὔλυμπον δέ·
- ἤ μιν ἑλὼν ῥίψω ἐς Τάρταρον ἠερόεντα
- τῆλε μάλʼ, ἧχι βάθιστον ὑπὸ χθονός ἐστι βέρεθρον,
- ἔνθα σιδήρειαί τε πύλαι καὶ χάλκεος οὐδός,
- τόσσον ἔνερθʼ Ἀΐδεω ὅσον οὐρανός ἐστʼ ἀπὸ γαίης·
- γνώσετʼ ἔπειθʼ ὅσον εἰμὶ θεῶν κάρτιστος ἁπάντων.
- εἰ δʼ ἄγε πειρήσασθε θεοὶ ἵνα εἴδετε πάντες·
- σειρὴν χρυσείην ἐξ οὐρανόθεν κρεμάσαντες
- πάντές τʼ ἐξάπτεσθε θεοὶ πᾶσαί τε θέαιναι·